1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

55

ΚΕΦΑΛ. Ζʹ. «Περὶ δὲ ὧν ἐγράψατέ μοι.» ∆ιορθώσας τὰ χαλεπώτερα ἐγκλήματα, ἓν μὲν τὸ

διασπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τὸ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, χρῆται λοιπὸν ἡμερωτέρῳ λόγῳ, καὶ μεταξὺ τίθησι παραίνεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας. «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰ πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ. Ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή.» Εἰ μὲν τὸ καλὸν ζητεῖς, φησὶ, καὶ σφόδρα ὑπερέχον, βέλτιον μηδὲ ὅλως, ὁμιλεῖν γυναικί. Εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθενεία, ὁμίλει γάμῳ. «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ νηστείᾳ.» Μὴ ἐγκρατευέσθω ἡ γυνὴ, φησὶν, τοῦ ἀνδρὸς ἄκοντος, μηδὲ ὁ ἀνὴρ, τῆς γυναικὸς μὴ βουλομένης. Καὶ τί δήποτε; Ὅτι μεγάλα ἐκ τῆς ἐγκρατείας ταύτης τίκτεται τὰ κακὰ, καὶ πορνεῖαι, καὶ μοιχεῖαι, καὶ οἴκων ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. «Καὶ τῇ προσευχῇ· καὶ πάλιν ἐπὶ τῷ αὐτῷ συνέρχησθε, ἵνα μὴ ἐπιχειρῇ πειράζειν ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην.» Τὴν μετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγει. «Οὐ κατ' ἐπιταγήν· θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν.» Ἐν ἐγκρατείᾳ δηλονότι. Πολλαχοῦ δὲ τοῦτο ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγμάτων. «Ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· ὃς μὲν οὕτως· ὃς δὲ οὕτως. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς, ἵνα μένωσιν ὡς κἀγώ.» Ἐπειδὴ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν, διὰ τὴν ἀκρασίαν ὑμῶν, πάλιν αὐτοὺς παρεμυθήσατο, εἰπὼν ἔχειν χάρισμα ἐκ Θεοῦ. «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν.» Οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα εἰς τὴν ἐγκράτειαν, δεδοικὼς μὴ παράπτωμα γένηται. «Κρεῖσσον γάρ ἐστι γαμεῖν ἢ πυροῦσθαι. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα, ἀνδρὸς μὴ χωρισθῆναι. Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ 95.624 ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Τοῖς δὲ λοιποῖς λέγω, οὐχ ὁ Χριστός.» Ἐνέφηνεν ὅση. τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Εἰ πολλὴν ὑπομένεις βίαν καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ παρατραπῇς. «Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν.» Τὸν πρὸ τῆς χάριτος ἔχοντα ἄπιστον γυναῖκα, οὐ κελεύει ἀφιέναι μετὰ τὴν χάριν· τὸν δὲ ἤδη τὴν χάριν δεξάμενον κωλύει ἄπιστον λαμβάνειν γυναῖκα. «Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.» Ἵνα μὴ φοβῆται ἡ γυνὴ ὡς ἀκάθαρτος γινομένη διὰ τὴν μίξιν, τοῦτό φησιν· ἓν μὲν γὰρ σῶμά ἐστιν, ἀλλ' οὐ γίνεται ἀκάθαρτον. Νικᾷ γὰρ ἡ καθαριότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαριότης τοῦ ἀνδρὸς τὸ ἀκάθαρτον τῆς ἀπίστου γυναικός. «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις.» Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τοῦ γάμου, ἢ ἀναχωρεῖν, βέλτιον ἀνασπασθῆναι τὸν γάμον, ἢ τὴν εὐσέβειαν. «Ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ Θεός. Τοῦτό φησιν, ἵνα μὴ καθ' ἑκάστην ἡμέραν πολεμοὺς ἔχωσιν περὶ τοῦ πράγματος. «Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτως περιπατείτω, καὶ οὕτως ἐν ταῖς Ἐκκλησίαις πάσαις διατάσσομαι.» Μένε καὶ παράμενε, φησὶ, καὶ συμβούλευε, καὶ πεῖθε. Οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχύσαι δυνήσεται, ὡς γυνή. «Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν