1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

35

ἐστι· Θέλεις μοι δεῖξαι ὅτι τέλειος εἶ, καὶ ἀπηρτισμένος, φησίν; Μὴ ἐμοὶ δείκνυε, ἀλλὰ ἀρκείτω σου τὸ συνειδός. Πίστιν δὲ ἐνταῦθα οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. «Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.» Ἐπειδὴ εἶπεν, καθ' ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίζῃ μικρὸν τὸ δικαστήριον, τοῦτο λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον· κἂν πάντες σου κατηγορήσωσιν, σὺ δὲ σαυτὸν μὴ κρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. Οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν· εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες· οὗτοι πάντων εἰσὶν ἀθλιώτεροι· ἀλλ' ἐπὶ τῆς προκειμένης ὑποθέσεως. «Ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται.» Πάλιν παρακαλῶν φείσασθαι τῶν ἀσθενεστέρων, τοῦτό φησιν· Τί γὰρ ὄφελος ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν; Ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι, τὸν, φησὶν, καὶ ἐσθίοντα, καὶ μὴ μετ' ἀμφιβολίας. Ὁρᾷς ὅπως αὐτὸν ἐνάγει, οὖν εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ καθαρῷ συνειδότι φαγεῖν. «Ὅτι οὐκ ἐκ πίστεως.» Κατακρίνεται, φησὶν, οὐκ ἐπειδὴ ἀκάθαρτον, ἀλλ' ἐπειδὴ οὐκ ἐκ πίστεως. Οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ' ὡς ἀκαθάρτου ἥψατο. ∆είκνυσι δὲ διὰ τοῦτο αὐτοῖς, καὶ τὴν βλαβὴν ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι, ἵνα κἂν διὰ τούτου ἀπόσχωνται τοῦ ἐπιπλήττειν. «Πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί.»

ΚΕΦΑΛ. ΙΕʹ. «Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν,

καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ παρακλήσεως δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις 95.557 κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ∆ιὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.» Ὅταν γὰρ μὴ θαῤῥῇ, φησὶν, μηδὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐ ἥμαρτεν; Ταῦτα δὲ πάντα ἐπὶ τῆς προκειμένης ὑποθέσεως αὐτῷ εἴρηται. Ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι· ἐξῆν μὴ παθεῖν ἅπερ ἔπαθεν, εἴ γε ἤθελεν τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλὰ καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὴς εἶναι νομισθείς. Ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὰ ἑαυτοῦ παρεῖδεν. ∆είκνυσιν οὐ μόνον τὸν Υἱὸν ὀνειδισθέντα, ἀλλὰ καὶ τὸν Πατέρα· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲ ξένον. Οἱ γὰρ ἐπὶ τῆς παλαιᾶς μελετήσαντες αὐτὸν ὀνειδίζειν, οὗτοι καὶ κατὰ τοῦ παιδὸς ἐμάνησαν. «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων.» Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας διαλέγεται, ἔτι τοῦ κεφαλαίου ἐχόμενος· ὁ δὲ νοῦς οὗτος· Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέγουσα· Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Ἀλλ' ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος τοῦ Ἀβραὰμ ἅπαντες. Ὁ γὰρ νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελίας ἐστέρει λοιπὸν ἐκείνης τῆς διδομένης περὶ αὐτῶν πρὸς τοὺς πατέρας. Παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόμον πληρώσας καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφήκει διαπεσεῖν τὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, καὶ ἐπιτηδείους λοιπὸν ἐποίησεν τοὺς μέλλοντας δέχεσθαι τὴν