1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

41

«Μεμέρισται ὁ Χριστός.» Ὃ λέγει τοιοῦτόν ἐστι· Κατετέμνετε, φησὶν, τὸν Χριστόν. ∆ιείλετο αὐτοῦ σῶμα· διενείματο πρὸς ἀνθρώπους, καὶ ἐμερίσατο τὴν Ἐκκλησίαν, καὶ μοῖραν τὴν μὲν αὐτὸς ἔλαβε, τὴν δὲ ἐκείνοις ἔδωκεν. «Μὴ Παῦλος ἐσταύρωται ὑπὲρ ὑμῶν;» Ὅρα φιλοχρίστου γνώμην· πῶς ἐπὶ τοῦ οἰκείου λοιπὸν ὀνόματος προάγει τὸ πᾶν, ἐκ περιουσίας δεικνὺς, ὅτι οὐδενὶ προσήκει αὕτη ἡ τιμή. Ὅπερ δὲ ἦν πολλῆς κηδεμονίας, τοῦτο τίθησι, τὸν σταυρὸν καὶ τὸ βάπτισμα, καὶ τὰ ἐξ αὐτῶν ἀγαθά. ∆είκνυσι μὲν γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ ἡ τοῦ κόσμου δημιουργία, μάλιστα δὲ ἡ διὰ τοῦ σταυροῦ συγκατάβασις. «Ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;» 95.576 Ἐπειδὴ γὰρ τοῦτο αἴτιον ἐγίνετο σχισμάτων τὸ ἀπὸ τῶν βαπτισάντων καλεῖσθαι, καὶ τοῦτο διορθοῦται λέγων· Μὴ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; μὴ γὰρ εἴπῃς, φησίν· Τίς ἐβάπτισεν; ἀλλ' εἰς τὸ τίνος ὄνομα· οὐ γὰρ ὁ βαπτίσας, ἀλλ' εἰς τὸ τίνος ὄνομα ζητεῖται. Αὐτὸς γὰρ, φησὶν, ἀφίησι τὰ ἁμαρτήματα. «Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον, ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον. Λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.» Ὅμοιον ὡς εἰ λέγοι· Τί μέγα φρονεῖς ἐπὶ τῷ βαπτίσαι, ὅπου γε ἐγὼ καὶ εὐχαριστῶ ὅτι οὐκ ἐποίησα τοῦτο; Ταῦτα δὲ λέγων, καθαιρεῖ τὸ ἐπὶ τοῦτο φύσημα οἰκονομικῶς, οὐχὶ τὴν δύναμιν τοῦ βαπτίσματος, μὴ γένοιτο, ἀλλὰ τὴν ἄνοιαν τῶν μέγα ἀπὸ τοῦ βαπτίζειν φρονούντων. Μέγα μὲν γὰρ τὸ βάπτισμα, ἀλλὰ μέγα αὐτὸ οὐχ ὁ βαπτίζων ποιεῖ, ἀλλ' ὁ καλούμενος εἰς τὸ βάπτισμα. Λέγει δὲ καὶ τὴν αἰτίαν δι' ἣν εὐχαριστεῖ· ἵνα μή τις εἴπῃ, φησὶν, ὅτι Εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Οὐχ ὅτι δὲ περὶ ἐκείνων τοῦτο ἔλεγεν, ἀλλ' ὅτι ἐφοβεῖτο, μὴ εἰς τοῦτο προβῇ τὸ κακὸν τὸ νόσημα. «Οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι.» Τί οὖν ἐβάπτιζες; φησίν. Οὐκ ἐναντιούμενος, φησὶν, τῷ πέμποντι, ἐβάπτιζον, ἀλλ' ὡς ἐκ περιουσίας τοῦτο ποιῶν. Καὶ ὥσπερ ἐπὶ τῶν χηρῶν εἰπόντων τῶν ἀποστόλων, Οὐκ ἔστιν ἀρεστὸν καταλειπόντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, διηκονήσατο, οὐκ ἐναντιούμενος ἐκείνοις, ἀλλ' ἐκ περιουσίας τοῦτο ποιῶν· οὕτω καὶ ἐνταῦθα. «Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Καθελὼν τὸ φύσημα τῶν διὰ τὸ βαπτίζειν μέγα φρονούντων, μεθίσταται λοιπὸν πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κομπάζοντας, καὶ κατ' αὐτῶν ὁπλίζεται σπουδαιότερον. Πρὸς μὲν γὰρ τοὺς ἐπὶ τὸ βαπτίζειν πεφυσιωμένους ἔλεγε· Εὐχαριστῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα· καὶ ὅτι Οὐκ ἀπέστειλέν με Χριστὸς βαπτίζειν· καὶ οὔτε σφοδρῶς, οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ. Ἐνταῦθα δὲ ἐκ προοιμίων πληγὴν δίδωσι μεγάλην, ἵνα μὴ κενωθῇ, λέγων, ὁ σταυρὸς τοῦ Χριστοῦ. Τί τοίνυν μέγα φρονεῖς, ἐφ' ᾧ καὶ ἐρυθριᾷν ἔδει; Εἰ γὰρ καὶ πολεμεῖ τῷ σταυρῷ, καὶ μάχεται τοῖς Εὐαγγελίοις ἡ σοφία αὕτη, οὐκ αὐχεῖν ἐπ' αὐτῇ, ἀλλὰ καταλύεσθαι δεῖ. «Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν.» 95.577 Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τῇ σοφίᾳ δῆθεν τῇ παρ' ἑαυτῶν ἀντίστασθαι, καὶ πολεμεῖν θορυβουμένους, τοῖς ἀπὸ τῶν Ἑλλήνων λεγομένοις παραμυθούμενος ὁ Παῦλος, φησίν· Μὴ νομίσητε ξένον τι γίνεσθαι καὶ παράδοξον. Ταύτην ἔχει φύσιν τὸ πρᾶγμα, ὥστε ἀπὸ τῶν ἀπολλυμένων μὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναμιν. Ἐξεστήκασι γὰρ καὶ παραφρονοῦσι, καὶ διὰ τοῦτο λοιδοροῦνται, καὶ ἐπαχθῶς ἔχουσι τὰ σωτήρια φάρμακα. «Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλεν, πρὸς οὐδὲν χρήσιμον λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐτὴν ἐνδείξασθαι, καὶ διὰ τῶν κτισμάτων ἰδεῖν τὸν ∆εσπότην, οὐκ ἠθέλησεν. «Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;» Ἀντὶ τοῦ, μωρὰν ἔδειξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπ' αὐτῇ, ἤλεγξεν αὐτὴν ταχέως· ποία γὰρ σοφία, ὅταν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ