1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

15

ἐλπίσιν ὄντα. Καὶ ἀπὸ τῶν δεδομένων κἀκεῖνα πιστοῦται, ἀπὸ τοῦ ἁγιασμοῦ τὴν ζωήν. «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐπειδὴ ὅπλων ἐμνημόνευσεν καὶ βασιλείας, ἐπιμένει τῇ μεταφορᾷ· εἰπὼν δὲ ὀψώνια ἐπὶ τῆς 95.489 ἁμαρτίας, οὐ τὴν αὐτὴν ἐτήρησεν τάξιν ἐπὶ τὸν Χριστὸν, οὐδ' εἶπεν ὁ μισθὸς τῶν κατορθωμάτων, ἀλλὰ τὸ χάρισμα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐκ ὀφειλὴν ἀπέλαβον, ἀλλὰ χάριτι πάντα ταῦτα ἐγίνετο. ΚΕΦΑΛ. Ζʹ. «Ἢ ἀγνοεῖτε ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ); Καταλύσας τὸν ἠθικὸν λόγον ἐπὶ τὰ δογματικὰ μεταβαίνει, δεικνὺς ὅτι οὐ μόνον ἁμαρτία αὐτῶν οὐ κυριεύει, ἀλλ' οὐδὲ νόμος· εἰ δὲ νόμος οὐ κυριεύει, πολλῷ μᾶλλον ἁμαρτία· κατασκευάζει δὲ αὐτὸ ἀπὸ παραδείγματος· ἄρχεται δὲ ἐξ ἐγκωμίων, τῶν ἀκροατῶν καταγλυκαίνων τὴν ἀκοήν. «Ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, καταργεῖται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε καὶ ὑμεῖς, ἀδελφοί μου, ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἀνδρὶ ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι.» Τοῖς ζῶσι, φησὶν, ὁ νόμος κεῖται, τοῖς δὲ τεθνηκόσι οὐκέτι διατάττει. Εἰ δὲ τεθνήκατε καὶ ὑμεῖς, συνταφέντες τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος, οὐκέτι κυριεύει ὑμῶν ὁ νόμος. Ὅρα δὲ σύνεσιν τοῦ Παύλου· πῶς ἐν μὲν παραδείγματι τὸν νόμον δείκνυσι τετελευτηκότα, λέγων· Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ. Ἐν δὲ τῇ ἐπαγωγῇ οὐκέτι τοῦτο ποιεῖ· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν· Ὥστε, ἀδελφοὶ, καὶ ὑμεῖς τοῦ νόμου τελευτήσαντος οὐ κρίνεσθε μοιχείας ἀνδρὶ γενόμενοι ἑτέρῳ· ἀλλ' οὐκ εἶπεν οὕτως τοῦτο, ἀλλ' ἐθανατώθητε τῷ νόμῳ, ἵνα μὴ ὡς ἐχθροὺς ὑποπτεύητε κατὰ τοῦ νόμου βλασφημεῖν. Ὅρα δὲ καὶ πάλιν ὑπερβολὴν κατασκευῆς. ∆είκνυσι γὰρ αὐτὸν τὸν νόμον τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γίνεσθαι ἀνδρὶ ἑτέρῳ· οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι τελευτήσαντος τοῦ προτέρου. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Αὐτὸς ὁ νόμος ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς ἀποστάντας αὐτοῦ, καὶ αὐτοῦ βούλημα τοῦ νόμου, τὸ γενέσθαι ἡμᾶς τοῦ Χριστοῦ. «Ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί.» Ἀπὸ τοῦ κρείττονος τὴν προτροπὴν ἐργάζεται, Τότε γὰρ, φησὶν, ἐκαρποφορεῖτε τῷ θανάτῳ· νυνὶ δὲ τῷ Θεῷ.» «Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου, ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ὑμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ὑπὸ τοῦ νόμου.» 95.492 Οὐκ εἶπεν, τὰ παθήματα τῶν ἁμαρτημάτων, τὰ ὑπὸ τοῦ νόμου γινόμενα, ἀλλὰ τὰ διὰ τοῦ νόμου. Καὶ οὐ προσέθηκεν, γινόμενα, ἀλλὰ ἁπλῶς, διὰ τοῦ νόμου· τουτέστι, διὰ τοῦ νόμου φαινόμενα. Ἵνα δὲ μηδὲ τῆς σαρκὸς κατήγορος ᾖ, οὐκ εἶπεν, ἃ ἐνεργεῖ τὰ μέλη· ἀλλ' ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τὴν ἀρχὴν τῆς πονηρίας ἀπὸ τῶν ἐνεργούντων λογισμῶν, οὐκ ἀπὸ τῶν ἐνεργουμένων μελῶν· οὔτε δὲ τὸ αἴτιον εἶναί φησιν ἁμαρτημάτων τὸν νόμον, οὔτε ἀπαλλάττειν αὐτὸν ἀπεχθείας· κατηγόρου γὰρ τάξιν ἐπεῖχεν πικροῦ, ἀπογυμνῶν τὰ ἁμαρτήματα. Ὁ γὰρ τῷ μηδὲν πείθεσθαι βουλομένῳ πλείονα ἐπιτάττων, πλεονάζει τὸ παράπτωμα. «Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα.» Τουτέστι τῇ ἁμαρτίᾳ τοῦ παλαιοῦ ἀνθρώπου τοῦ κατεχομένου ἐν αὐτῇ, ἀποθανόντος καὶ ταφέντος. «Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος.» Οὐκ ἔστιν μὲν γράμμα ἔτι τὸ καταδικάζον, φησὶν, τουτέστιν ὁ νόμος ὁ παλαιὸς, ἀλλὰ πνεῦμα βοηθοῦν. «Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο! Ἐπειδὴ πολλὰ ἔδοξεν κατὰ τοῦ νόμου λέγειν, τὰ παθήματα τῶν ἁμαρτιῶν διὰ τοῦ νόμου ἐνεργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία ὑμῶν οὐ κυριεύσει· Οὐ γάρ ἐστε ὑπὸ νόμον. Καὶ πάλιν, Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Καὶ πάλιν, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ