1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

154

ΚΕΦΑΛ. Εʹ. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων ἀναλαμβανόμενος, ὑπὲρ ἀνθρώπων

καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις· ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ 95.952 ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Σύγκρισιν ποιούμενος τῶν διαθηκῶν, ἀπὸ ἱερέων ἄρχεται. Ἐργάζεται δὲ αὐτὴν οὕτως· ὅτι οἱ μὲν τῆς παλαιᾶς, ἐξ ἀνθρώπων ἦσαν, ὁ δὲ τῆς καινῆς, ἐκ Πνεύματος ἁγίου, εἰ καὶ ἄνθρωπος γέγονεν. Καὶ ὁ μὲν περίκειται ἀσθένειαν, ὁ δὲ ἀναμάρτητος ἔμεινεν· Οὐ γὰρ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὥσπερ ἐκδέρων τις τὰ ἱερεῖα, πάντα τὰ ἔνδον δῆλα ποιεῖ, οὕτως τῷ Θεῷ δῆλα πρόκειται πάντα. Καθάπερ καὶ Ἀαρών· οὕτω δὲ καὶ ὁ Χριστὸς, οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σύ. Ἐνταῦθα ἕτερον πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα. Ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα. Τοῦτο προκατασκευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι. Κατὰ τὴν τάξιν Μελχισεδέκ· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Ὅτι τῶν ἐθνῶν ἱερεὺς ἦν, ὅτι διὰ ἄρτου, καὶ οἴνου τὴν θυσίαν ἀνέφερεν. Καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Τοῦτο κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· ἱκέτευεν γὰρ ὑπὲρ τῶν δύο λαῶν. Ταῦτα δὲ τῆς οἰκονομίας ἐστίν.

ΚΕΦΑΛ. ςʹ. ∆ιὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα,

μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, Ἀρχήν φησι, τὸν διὰ τῆς πίστεως θεμέλιον· τελειότητα δὲ, τὴν δι' ἔργων ἀγαθῶν ἐποικοδομήν. 95.953 Ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας. Οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον. Γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου. Τουτέστι, τῆς ἀφέσεως τῶν ἁμαρτημάτων. Καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου. Οὗ ἔχομεν διὰ τοῦ χαρίσματος. Καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα. Τὴν διδασκαλίαν τῆς ὁμολογίας. ∆υνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας πάλιν. Τοῦτό φησι, διὰ τὸ θαύματα τοὺς βαπτιζομένους ἐπιτελεῖν. Τότε γὰρ οἱ βαπτιζόμενοι χαρίσματα ἐλάμβανον, ὥστε ἐνεργεῖν δυνάμεις. Ἀνακαινίζεσθαι εἰς μετάνοιαν. Τουτέστι, διὰ μετανοίας. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐκβεβλημένης τῆς μετανοίας· μὴ γένοιτο· ἀλλ' ὡς