1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

91

λέγω. Ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται πάλιν. Προείρηκα γὰρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε, εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Αὕτη μεγίστη φιλίας ἀπόδειξις, ὅταν καταφρονούμενος καὶ συναποθανεῖν αὐτοῖς αἱρῆται καὶ συζῆσαι. Τοῦτο δέ φησιν, ἐπιτείνων τὴν ἀγάπην. Ἔνι γὰρ καὶ φιλεῖν καὶ κινδύνους φεύγειν, ἀλλ' οὐχ ἡμεῖς οὕτω, φησίν. Ὁ δὲ νοῦς οὗτος. Ἂν συμβῇ, φησὶν, ἐπενεχθῆναι κίνδυνον, πάντα ἕτοιμός εἰμι ὑπὲρ ὑμῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή μοί τι κατὰ τοῦτο φαίνεται· ἀλλ' ἔνθα ἐὰν ζῆτε ὑμεῖς, τοῦτο ἐμοὶ προτιμώτερον, καὶ θάνατος ζωῆς, καὶ ζωὴ θανάτου. Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς· πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. ∆ιὰ τοῦτο, φησὶ, τοιαῦτα λέγειν τολμῶ, οὐ πρὸς κατάκρισιν, ἀλλὰ διὰ τὴν πολλὴν παῤῥησίαν. Πεπλήρωμαι τῇ παρακλήσει. Ποία παρακλήσει, ἢ τῇ παρ' ὑμῶν, ὅτι διορθωθέντες, φησὶν, διὰ τῶν ἔργων παρακαλέσατέ με; 95.744 Ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν. Τουτέστι, πλεῖον οὐ λελύπημαι, τεθεράπευμαι, Οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν. Ἐπειδὴ εἶπεν, τὴν θλίψιν, λέγει καὶ ποταπὴ ἡ θλίψις, καὶ ἐπαίρει αὐτὴν τῷ λόγῳ, ἵνα δείξῃ πόσην σπουδὴν ἐκ τούτων, καὶ παραμυθίαν, καὶ χαρὰν ἐποίησεν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην. Ἀλλ' ἐν παντὶ θλιβόμενοι. Καὶ πῶς; δηλοῦται διὰ τῶν ἑξῆς. Ἔξωθεν μάχαι. Παρὰ τῶν ἀπίστων. Ἔσωθεν φόβος· ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς ὁ Θεὸς, παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου. Οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει· ᾗ παρεκλήθη ἐφ' ὑμῖν, ἀναγγέλλων ἡμῖν. ∆ιὰ τοὺς ἀσθενεῖς τῶν πιστῶν, μὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κορινθίοις μόνον τοιαῦτα ἐσήμανεν, ἀλλὰ καὶ ἀλλαχοῦ. Τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε ἐμὲ μᾶλλον χαρῆναι. Ἐπειδὴ μεγάλα αὐτοῖς ἐμαρτύρησεν, ἵνα μὴ δόξῃ κολακεύειν, μάρτυρα αὐτοῖς παράγει Τίτον, ὃς παρ' αὐτῶν ἀφίκετο πρὸς Παῦλον μετὰ τὴν προτέραν ἐπιστολήν. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, Ταῦτα ἀπήγγελλεν, ὅτι τοσαύτην μετάνοιαν τὴν Κορινθίων, τὸν ζῆλον. Ζῆλον δέ φησι, τὸν αὐτοῦ. Λέγει οὖν· Ἐπυρώθητε, καὶ ἐξεκάητε, δεξάμενοί μου τὰ γράμμα, διὰ ταῦτα περισσεύω τῇ χαρᾷ. Ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἀπολογεῖται λοιπὸν ὑπὲρ τῆς ἐπιστολῆς, ὅτι ἀκίνδυνον ἦν αὐτοὺς θεραπεύειν τῆς ἁμαρτίας τῆς διορθωθείσης. Ὅμοιον δὲ ὡς εἰ λέγοι· εἰ καὶ τοιαῦτα ἦν τὰ γραφέντα παρ' ἐμοῦ, ὥστε ὑπερβαίνειν τὸ μέτρον τῆς ἐπιτιμήσεως, καὶ ποιῆσαί με μεταμεληθῆναι, ἀλλὰ τὸ πολὺ, κέρδος τὸ ἐξ αὐτῶν οὐκ εἴασέ με μεταμεληθῆναι. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμέτρως ἐπιτιμήσας, ἀλλὰ τὰ ἐγκωμία αὐτῶν αὔξων. Τοιαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, ὥστε εἰ καὶ ἔτυχον σφοδρότερον ἐπιπλήξας, καὶ οὕτως ὡς καὶ καταγνῶναι ἐμαυτοῦ, ἐπαινεῖν νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν; 95.745 Τὴν αἰτίαν εἶπε, τοῦ μηκέτι αὐτὸν λυπεῖσθαι. Τὸ μὲν γὰρ λυπηρὸν βραχὺ, φησὶ, τὸ δὲ ὠφέλιμον, διηνεκές. Ἀλλὰ ἀπολογίαν. Πρὸς ἐμέ. Ἀλλὰ ἀγανάκτησιν. Πρὸς ἐκεῖνον τὸν ἡμαρτηκότα. Ἀλλὰ φόβον. Καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ, καὶ ἡ ταχυτάτη διόρθωσις. Ἀλλὰ ἐπιποθίαν. Τὴν πρὸς ἐμέ. Ἀλλὰ ζῆλον. Τὸν ὑπὲρ τοῦ Θεοῦ. Ἀλλ' ἐκδίκησιν. Καὶ γὰρ ἐξεδικήσατε, φησι, τοὺς τοῦ Θεοῦ νόμους ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τὸ πρᾶγμα. Οὐ τὸ μὴ κοινωνεῖν μόνον· τοῦτο γὰρ φανερὸν ἦν, ἀλλὰ καὶ τὸ μὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ αὐτὸ τοῦτο ἐνεκάλει αὐτοῖς, λέγων· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ· ἐνταῦθά φησι· Καὶ ὑμεῖς ἀπηλλάξατε ἑαυτοὺς τῆς ὑποψίας. Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ'