1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

69

ἀποστόλους κατενεχθῆναι τὸ χάρισμα, ἐν τῷ λόγῳ ὕστερον τίθησιν. Εἰ ἔλαττον τὸ Πνεῦμα, καὶ ἑτέρας οὐσίας, καθώς τινές φασιν, οὐδὲν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι, τὸ αὐτὸ Πνεῦμα. Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν, μεγίστην ἂν ταύτην σχοῖ τὴν παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν. Ὁ δὲ παρὰ τοῦ δούλου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ, ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ ἅγιον Πνεῦμα. Ὅπερ ἀνωτέρω περὶ τοῦ Πατρὸς εἶπεν, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, τοῦτο κἀνταῦθα περὶ τοῦ Πνεύματος. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, πανταχοῦ τὴν ὁμοτιμίαν δηλῶν. Τὸ δὲ, ἐν πᾶσιν, περὶ ἀνθρώπων λέγει· οὐδέπω δὲ μετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμήσεις. «∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Οὐ παραμυθεῖται μόνον, ἀλλὰ καὶ ἐπιστομίζει τὸν λέγοντα. Εἰ γὰρ, ὡς βούλεται, διαιρεῖ ἑκάστῳ, ὁ ἀδημονῶν ἐπὶ χαρίσματι, ἐγγὺς ἀντιλέγει τῷ βουλήματι τοῦ Πνεύματος, ὡς οὐκ ὀρθῶς διελόντος. «Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα.» Παραμυθησάμενος ἐκ τοῦ χάρισμα εἶναι τὸ διδόμενον, καὶ ἐκ τοῦ πάντας ἐξ ἑνὸς λαμβάνειν, καὶ ἐκ τοῦ συμφερόντως δίδοσθαι, καὶ μετὰ τοῦτο καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παραχωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος, καὶ ἐξ ἑτέρου αὐτοὺς λοιπὸν παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν φύσιν αὐτὴν καταφεύγει. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἐστιν ἔτι ἡ διαφορά; ποῦ τὸ ὑπέροχον; ποῦ τὸ ἔλαττον; Οὐκ εἶπε, πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, ἀλλὰ, αὐτὸ τὸ σῶμα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ μέλη, τοῦτό ἐστι τὸ ἕν. «Οὕτω καὶ ὁ Χριστός. Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες.» ∆έον εἰπεῖν, οὕτω καὶ ἡ Ἐκκλησία· τοῦτο μὲν οὔ φησιν· ἀντ' ἐκείνης δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἄγων τὸν λόγον, καὶ μειζόνως ἐντρέπων τὸν ἀκροατήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὕτω καὶ τὸ Χριστοῦ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ σῶμα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω καὶ τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν εἶναί φησιν. «Εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι.» 95.669 Καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευματικόν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τὸ κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεννῆσαν ἡμᾶς, ἕν ἐστιν. Οὐ γὰρ ἐν ἄλλῳ μὲν αὐτὸς, ἐν ἑτέρῳ δὲ ἐκεῖνος ἐβαπτίσθη Πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ βεβάπτικεν. Οὐκ ἂν οὖν ἐσμεν, φησὶ, δίκαιοι ἀθυμεῖν. Οὐ γὰρ ἔχει χώραν ἡ διαφορά. Οὔτε γὰρ ἵνα διαφορὰ γένηται σώματα, ἀλλ' ἵνα πάντες τὴν ἑνὸς σώματος ἀκρίβειαν πρὸς ἀλλήλους διασώζωμεν, ἐβαπτίσθημεν. «Καὶ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.» Τουτέστιν, Ὑπὸ τὴν αὐτὴν ἤλθομεν μυσταγωγίαν, τῆς αὐτῆς τραπέζης ἀπολαύομεν. Εἰ τοίνυν καὶ ἓν Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς Πνεῦμα ἡμεῖς καὶ εἰς σῶμα ἐβαπτίσθημεν, καὶ μίαν τράπεζαν ἡμῖν ἐχαρίσατο, τί μοι τὴν διαφορὰν προσφέρεις, ὡς ἐπὶ φυτῶν ὅτι ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἀρδεύεται; «Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Ἀνεπαχθῆ βουλόμενος ποιῆσαι τὸν λόγον καὶ εὐπαράδεκτον, τὰ μέλη εἰσάγει λεγόμενα· τὸν πόδα λέγειν τῇ χειρὶ, καὶ τὸ οὖς τῷ ὀφθαλμῷ, τὰ πλησίον ἀλλήλων μέλη, καὶ οὐ τὸν πόδα τῷ ὀφθαλμῷ. Ἐπειδὴ οὐ σφόδρα τοῖς ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν εἰώθαμεν. Οὐδὲ γὰρ τὸν μὲν ἠλαττῶσθαι, τὸν δὲ ὑπερέχειν, ἀφίησιν εἶναι ἐκ τοῦ σώματος· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, τοῦτο δὲ τόπου διαφορά· ἀλλὰ ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπέχεσθαι. «Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις;» Ἐπειδὴ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, εἰς ἔννοιαν αὐτοὺς ἐλαττώσεως καὶ ὑπεροχῆς ἤγαγεν, ὅρα πῶς αὐτοὺς παραμυθεῖται, δεικνὺς πῶς τοῦτο συμφέρον ἦν. Τὸ γὰρ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ ἓν σῶμα