1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

125

ἀνδράσιν ἐν τῇ διδασκαλίᾳ προκόψασι. ∆ιὸ καὶ δογμάτων μὲν οὐχ ἅπτεται, ἐπειδὴ καὶ ἱκανῶς εἶχον τῆς περὶ τούτων γνώσεως, ἅτε πλουσίως παρ' αὐτοῦ τοῦ Ἀποστόλου τῶν τοιούτων ἀπολαύσαντες. ∆ύο δὲ αὐτοῖς σχεδὸν, ὡς εἰπεῖν, δι' ὅλης τῆς ἐπιστολῆς παραινεῖ, τὸ μὴ ὑψοῦσθαι, ἐπειδὴ καὶ τοῦτο οἶδεν ὥσπερ ἀκόλουθον τοῖς ἐγγὺς τοῦ κατορθωκέναι γενομένοις, καὶ τὸ χαίρειν διὰ παντός. Σφόδρα γὰρ ἠθύμουν, τὰ δεσμὰ τοῦ Ἀποστόλου ἀκούοντες, καὶ τὴν μέλλουσαν κρίσιν, 95.857 καὶ τὸν προσδοκώμενον αὐτοῦ θάνατον. Οὔτε γὰρ ἤλπιζον αὐτὸν τὰς χεῖρας ἐκφεύξεσθαι τοῦ Νέρωνος, ἀνδρὸς τά τε ἄλλα μεμηνότος καὶ περὶ φόνους ἐπτοημένου. ∆ιὸ καὶ λέοντα αὐτὸν ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ καλεῖ. Ὁ Κύριος γάρ μοι παρέστη, φησὶν, καὶ ἐῥῥύσθην ἐκ στόματος λέοντος. Τὰ δὲ ἄλλα πάντα ἃ παραινεῖ αὐτοῖς, ὡς ἐν ἐπιδρομῇ παραινεῖ αὐτοῖς, ἐπειδήπερ, ὡς ἔφην, πολὺν παρ' αὐτοῖς διατρίψας χρόνον, πλεῖστα αὐτοῖς ὠφελήσας ἦν. Ἐπειδὴ τοῦτον αὐτοῖς τὸν Τιμόθεον ἐν αὐτῇ ἐπιστολῇ ἐπαγγέλλεται μικρὸν ὕστερον πέμψαι, τούτου χάριν κοινοποιεῖ τὴν ἐπιστολὴν, προεθίζων αὐτοὺς διδάσκαλον αὐτὸν δέχεσθαι. Εἰ γὰρ τῆς νῦν πεμπομένης αὐτοῖς διδασκαλίας κοινωνὸν αὐτὸν ὁ Παῦλος ἐποιήσατο, πῶς οὐχὶ καὶ παρεσόμενον μικρὸν ὕστερον δέξονται τοῦτον, οὗ ἤδη τῆς διδαχῆς ἀκηκόασιν; Ἰστέον δὲ ὡς ὅλῃ χώρᾳ καὶ ὅλῳ ἔθνει ἐκπέμπει τὴν ἐπιστολήν· καὶ τοῦτο δῆλον ἐκ τοῦ, σύμπασιν ἐπισκόποις, εἰπεῖν. Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς, τὴν δέησιν ποιούμενος, ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, πεποιθὼς αὐτῷ τοῦτο, ὅτι ὁ ἐργασάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Χριστοῦ. Προκοπὴν αὐτοῖς πολλὴν μαρτυρεῖ, ὅπου γε μεμνημένος αὐτῶν, οὐ μετὰ δακρύων ἢ στεναγμῶν, ὥσπερ ἐπὶ τῶν σαλευομένων μέμνηται, ἀλλὰ μετὰ πολλῆς εὐχαριστίας, ὅπερ ἴδιον τῶν κατορθούντων ἐστί. Ποῖον δὲ αὐτῶν τὸ κατόρθωμα, ἢ ὅτι κοινωνήσαντες αὐτῷ τοῦ Εὐαγγελίου, ἀπὸ τῆς ἀρχῆς μέχρι καὶ νῦν μεμενήκασι κοινωνοὶ, ἐν μηδενὶ τὸ παράπαν παρασαλευόμενοι; ὅπερ αὐτῷ καὶ τὴν ἀγαθὴν τοῦ μέλλοντος ἐλπίδα παρέχει. Οἶδα γὰρ, φησὶν, ὡς ἐπιτελέσετε τοῦτο τὸ ἔργον, ἕως ἂν αὐτῷ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου προσενέγκητε σῶον. Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς μοι τῆς χάριτος πάντας ὑμᾶς ὄντας. Ἐπειδὴ πεποίθησιν εἶπεν ἔχειν ἐπ' αὐτοῖς, δικαίαν λέγει ταύτην ἔχειν τὴν πεποίθησιν. Θαῤῥεῖν γάρ φησιν, ὡς πάντων αὐτῷ ἔσονται κοινωνοὶ, τῶν δεσμῶν, τῆς ἀπολογίας, τῆς χάριτος. Τὸ οὕτω περὶ τῶν πιστευσάντων θαῤῥεῖν, μεγάλη ἐστὶν αὐτῶν βεβαιότητος μαρτυρία. Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς 95.860 καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Ἐπειδὴ πολλὴν εἶπεν ἔχειν εἰς αὐτοὺς ἀγάπην, ὡς μηδαμοῦ αὐτοὺς παραλιπεῖν, μὴ ἐν δεσμοῖς ὄντα, μὴ ἐν ἀπολογίᾳ, τούτου χάριν μάρτυρα ἐπὶ τοσούτῳ πράγματι ἐπικαλεῖται τὸν Θεόν. Ἵνα δὲ μή τις ὑπολάβοι, ὡς διὰ τὴν διακονίαν ἣν ἀπέστελλον αὐτῷ, κολακεύων τὰ τοιαῦτα λέγει, ἐπήγαγεν, ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ, δεικνὺς ὅτι ἡ ἀγάπη αὐτῷ διὰ τὸ εἰς Χριστὸν γνήσιόν ἐστιν, καὶ τοῦτο εὔχεται, τοῦ προκόπτειν αὐτοὺς ἐν ἐπιγνώσει καὶ αἰσθήσει, καὶ δοκιμαστὰς ἀκριβεῖς γενέσθαι τῶν καλῶν· οὕτω γὰρ ἔσονται ἀπρόσκοποι εἰς τὴν παρουσίαν τοῦ Χριστοῦ, τουτέστι κατὰ μηδένα τρόπον προσκόπτοντες. Οἱ γὰρ τοιοῦτοι, φησὶ, πλήρεις εὑρεθήσονται δικαιοσύνης καρποί· καὶ δικαιοσύνης, οὐ τῆς ἐν νόμῳ· ταύτην γὰρ καὶ ἐν τοῖς ἑξῆς ἀναιρεῖ· ἀλλὰ τῆς διὰ Χριστοῦ, ἥ τις καὶ εἰς δόξαν, καὶ ἔπαινον γίνεται Θεοῦ. Ἡ γὰρ κατὰ Θεὸν πολιτεία δοξάζει τὸν Πατέρα τὸν