1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

29

Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει τὰς ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη· ὅταν ἀφελῶμαι τὰς ἁμαρτίας αὐτῶν.» Παρὰ φύσιν, καὶ κατὰ φύσιν, ὅταν ἀκούσῃς, μὴ τὴν ἀκίνητον αὐτὴν φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ τὸ εἰκὸς, καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν, τούτοις δηλοῦνται τοῖς ὀνόμασιν· οὐ γὰρ φύσει τὰ καλὰ καὶ τὰ κακὰ, ἀλλὰ ἐκ γνώμης καὶ προαιρέσεως μόνης. «Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι' ἡμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.» Ἐπειδὴ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. Ὁ δὲ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν αὐτῶν τὴν κλῆσιν, ἀλλὰ ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν, εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν. «Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἐλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσι. Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.» ∆είκνυσι τοὺς ἐξ ἐθνῶν πρότερον κεκλημένους, ὡς καὶ ἡ τοῦ Εὐαγγελίου παραβολὴ ἡ ἐπὶ τῶν δύο παίδων, οἷς ὁ πατὴρ εἶπεν· Πορεύου εἰς τὸν ἀγρόν. Ὥσπερ γὰρ τὸ, Παρέδωκεν εἰς πάθη ἀτιμίας, καὶ τὸ, Ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸν Θεὸν ἀναφέρει ἡ Γραφὴ, διὰ τὴν συγχώρησιν αὐτοῦ ἑκάστῳ ὡς βούλεται πράττειν, καὶ μὴ κωλύειν διὰ τὸ αὐτεξούσιον· οὕτως καὶ ἐνταῦθα νοηθείη δ' ἂν τὸ, συνέκλεισεν, καὶ ἐπὶ τοῦ συνεῖχεν ἄφυκτος ἀρᾷ· διὸ τὸν τῆς ἀπειθείας κατέστησεν ἔλεγχον. «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.» Οὐ γὰρ μόνον καταληφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ' οὐδὲ ἐξερευνηθῆναι. «Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Τουτέστιν, αἱ ἐπαγγελίαι. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Οὐδὲ ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ηὗρον ἅπαντα, ἀλλὰ μέρος τι μικρόν· μόνος γὰρ αὐτὸς οἶδεν τὰ ἑαυτοῦ σαφῶς. «Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ὃ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ' ἑτέρου σοφός ἐστιν, ἀλλὰ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. «Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;» 95.537 Χαρισάμενος ἡμῖν, φησὶν, οὐ παρ' ἑτέρου δανεισάμενος, ταῦτα ἔδωκεν, ἀλλ' οἴκοθεν ἀναβλύσας· οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ' αὐτοῦ· ἀλλὰ αὐτὸς κατάρχων ἐν παντὶ τῶν εὐεργεσιῶν. «Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Αὐτὸς ηὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκρατεῖ. Καὶ γὰρ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ' ἑτέρου λαβεῖν. Καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. Καὶ τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλὰ αὐτὸς μόνος· αὐτὸς ὁ πλούσιος καὶ σοφός. «Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ὅταν μέγα τι λέγει καὶ καινὸν καὶ παράδοξον, θαυμάζων εἰς δόξαν καταλήγει· τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησεν· καὶ γὰρ ἐκεῖ θαυμάσας, αὐτὸ δὴ τοῦτο, ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν, Ἐξ ὧν Χριστὸς τὸ κατὰ σάρκα, ὁ ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΚΕΦΑΛ. ΙΒʹ. «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ.» Πολλὰ περὶ

τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, ἐπὶ τὴν παραίνεσιν μεταβαίνων, τοὺς οἰκτιρμοὺς προβάλλει τοῦ Θεοῦ, δι' ὧν ἐσώθησαν· ὥσπερ ἄν τις τὸν μεγάλα εὐεργηθέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. «Παραστῆναι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ Θεῷ εὐάρεστον.» Ἵνα μή τις νομίσῃ λέγειν κατασφάξαι σώματα, ταχέως ἐπήγαγεν τὸ ζῶσαν. Πῶς δὲ γένοιτο θυσία ζῶσα; Ἐὰν μηδὲν ἄτοπον πράττῃ τὸ σῶμα, ἐὰν μὴ ὁ ὀφθαλμὸς βλέπῃ πονηρὸν, μὴ γλῶττα λαλήσῃ αἰσχρὸν, μηδὲ χεὶρ ἅψηται παρανομίας. Οὕτω γίνεται ὁλοκαύτωμα. Οὐκ εἶπε, ποιῆσαι, ἀλλὰ παραστῆσαι, ὡς ἂν εἰ ἔλεγεν· Μηδὲν ἔχετε λοιπὸν κοινὸν πρὸς αὐτά· ἑτέρῳ αὐτὰ ἐξεδώκατε. Παραστήσας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου τὰ μέλη, φησὶ, καὶ τῇ παρατάξει τῇ