1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

79

ἐλεημοσύνης κινεῖ λόγον. Λογίαν δὲ συλλογὴν τῶν χρημάτων φησίν. Ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Οὐκ εἶπε, παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ διέταξα, ὅπερ αὐθεντικώτερον. Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ' αὐτῷ τιθέτω, ὅ τι ἂν εὐοδωθῇ. Ἀναμνήσθητε γὰρ, φησὶν, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ ἐν ταύτῃ γέγονεν, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέρας· μετὰ δὲ τούτων, καὶ τὸ μυστήριον ἐν αὐτῇ κοινωνεῖν. Ὅρα πῶς καὶ ἀπὸ τοῦ καιροῦ συμβουλεύει, καὶ ἀπὸ τοῦ τρόπου. Ἵνα μὴ ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὅταν δὲ παραγένωμαι, Ἡ γὰρ προσδοκία τοῦ Παύλου προθυμοτέρους αὐτοὺς ποιεῖ. Οὓς ἐὰν δοκιμάσητε δι' ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Ἀνύποπτον ποιεῖ τὸν λόγον, μὴ λέγων τὸν δεῖνα, ἢ τὸν δεῖνα. Εὖ δὲ καὶ τὴν χάριν, μὴ τὴν ἐλεημοσύνην, εἰπεῖν. Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω. Μακεδονίαν γὰρ διέρχομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν καταμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς ἐμὲ προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν. Ἐνταῦθα πάλιν δαψίλειαν συμβουλεύει. Ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Ἐὰν ἔλθῃ Τιμόθεος, βλέπετε, Ταῦτα ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐπιδεικνύμενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνοντας σωφρονίζων. Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. Τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξαναστῇ τῶν κατεγνωσμένων ἐκείνων. 95.704 Καὶ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ. Ἀπὸ τῆς διακονίας ἀξιόπιστον αὐτὸν δείκνυσι. Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ. Ἐπειδὴ καὶ νέος ἦν, καὶ μόνος ἐνεχειρίσθη τοσούτου λαοῦ διόρθωσιν. Ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν, καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ. Ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. Γρηγορεῖτε, Καὶ τοῦτο φοβοῦντος ἦν, ἵνα εἰδότες, ὅτι ἐρεῖ πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται. Καὶ ἀγάπην δὲ εἰς ἐκείνους ἐνδείκνυται πολλὴν, ὅτι τὸν οὕτω χρήσιμον, δι' ἑαυτοὺς ἔπεμψεν. Στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξωθεν. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ καὶ Φουρτουνάτου, ὅτι ἐστὶν Ἐπειδὴ καὶ τὰ εἰρημένα πάντα, φησὶν, ἐγκλήματα ἐκ τοῦ ταύτην ἠμελῆσθαι περίεστιν. Ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτοὺς, ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων, Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρχὴν αὐτὸν, οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης τῆς Ἑλλάδος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώμιον, τὸ πρῶτον τῷ Χριστῷ προσελθεῖν. ∆ιὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἱ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ οὐκ εἶπεν· ὅτι πρῶτον ἐπίστευσαν, ἀλλὰ ἀπαρχὴ ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα, καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τούτους· αὐτοὶ γὰρ ἦσαν οἱ ἐλθόντες καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν. Τούτου χάριν φησὶν, ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα, Καὶ τὸ, ὑμῶν, δεικνὺς ἀντὶ πάντων ἐλθόντας καὶ ἑλομένους ἀποδημίαν στέλλεσθαι τοσαύτην ὑπὲρ αὐτῶν. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι τῆς Ἀσίας.Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἐπισυνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ ἀσπασμοῦ. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ταύτην τὴν τοῦ ἁγίου ἀσπασμοῦ ἐνταῦθα μόνον 95.705 τίθησι