1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

112

ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Σάρκα φησὶ, τὴν προαίρεσιν τὴν πονηρὰν, πνεῦμα δὲ, τὴν προαίρεσιν τὴν ἀγαθὴν, τὴν ἄνω τρέχειν σπουδάζουσαν. Ἡ μὲν κακία ἀντίκειται τῇ ἀρετῇ· ἡ δὲ ἀρετὴ πάλιν ἐναντιοῦται τῇ κακίᾳ, παιδαγωγοῦ τινος τάξιν ἀναπληροῦσα, καὶ μὴ ἐῶσα ὑμᾶς κατὰ τὰς ἐπιθυμίας τὰς φαύλας πορεύεσθαι. Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ ταῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστι, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Ὁ Πνεῦμα ἔχων ὡς χρὴ, διὰ τούτου σβέννυσι πονηρὰν ἐπιθυμίαν ἅπασαν. Ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου εὐαγγελίας γενόμενος. Ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος μὴ μοιχεύειν; Τίς γὰρ διαλέξεται περὶ τοῦ καρποῦ τῆς κακίας, τῷ τὴν ῥίζαν αὐτῆς ἀνασπάσαντι; Ὁρᾷς ὅτι οὐ τὴν σάρκα φησὶν ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισμόν. Αἱ γὰρ ἔχθραι, καὶ οἱ ζῆλοι, καὶ αἱ αἱρέσεις, πῶς ἂν εἶεν σαρκός; Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ἐπιθυμίαις. Σάρκα πάλιν ἐνταῦθα, τὰς πονηρὰς πράξεις καλῶν. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Κατὰ τοὺς ἐκείνου νόμους πολιτευώμεθα. Τοῦτο γάρ ἐστι τὸ, στοιχῶμεν. Λέγει δέ· Ἀρκεσθῶμεν τῇ τοῦ Πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην 95.816 Μὴ γινώμεθα κενόδοξοι. ∆είκνυσιν ἐκείνους τοὺς εἰσάγοντας τὴν περιτομὴν, διὰ φιλοδοξίαν τοῦτο ποιοῦντας. Ἀλλήλους προκαλούμενοι. Εἰς φιλονεικίας δηλονότι καὶ ἔρεις. Ἀλλήλοις φθονοῦντες. Ἀπὸ γὰρ τῆς κενοδοξίας ὁ φθόνος.

ΚΕΦΑΛ. ςʹ. Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι. Οὐκ εἶπεν, ἐὰν

πράξῃ, ἀλλ' ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὅρα δὲ πῶς εὐφυῶς κἀκείνους τοὺς κηρύσσοντας περιτομὴν εἰς τὴν πίστιν εἰσάγει, ἐν προλήψει καὶ συναρπαγῇ λέγων αὐτῶν τὸ ἁμάρτημα, καὶ τοὺς ἄλλους πείθει μὴ συνάπτεσθαι αὐτοῖς. Πῶς γὰρ συναπαχθεῖεν, οἱ καὶ διορθοῦσθαι ἐκείνους κελευόμενοι; Ὑμεῖς οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπεν, κολάζετε, οὐδὲ καταδικάζετε, ἀλλὰ διορθοῦτε. Ἐν πνεύματι πραότητος. Τοιοῦτον νόμον τοῖς διδασκάλοις εἰσφέρει τὸ πάντα μετὰ πραΰτητος λέγειν. Εὖ δὲ, τὸ μὴ μόνον ἐν πραΰτητι, ἀλλὰ, ἐν πνεύματι πραΰτητος εἰπεῖν· ἵνα δείξῃ, ὅτι καὶ τῷ Πνεύματι αὐτὰ δοκεῖ, καὶ τὸ μετ' ἐπιεικείας διορθοῦσθαι, χαρίσματός ἐστι πνευματικοῦ. Σκοπῶν ἑαυτὸν, μὴ σὺ πειρασθῇς. Λεληθότως καθαιρεῖ τὸ φρόνημα, τὸ ἐκ τῆς διδασκαλίας γινόμενον. Ἵνα γὰρ μὴ δι' αὐτὸ τὸ διδάσκειν ἐπαιρώμεθα καὶ ἡμεῖς, ἐν φόβῳ καὶ ἀγωνίᾳ καθίστησιν. Ἀλλήλων τὰ βάρη βαστάζετε. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλαττώματος εἶναι· παραινεῖ μὴ ἀκριβεῖς εἶναι ἐξεταστὰς τῶν ἑτέροις πεπλημμελημένων. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὢν, ἑαυτὸν φρεναπατᾷ. ∆ι' ὃν ἀλλήλους φέρετε. Οἷον, Ὁ δεῖνά ἐστιν ὀργίλος, σὺ δὲ ὑπνηλός; φέρε αὐτοῦ τὴν ὁρμὴν τὴν σφοδρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν· καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήσεται ὑπὸ σοῦ βασταζόμενος, οὔτε σὺ πλημμελήσεις ἐν οἷς εἶ βαρὺς, ἀνεχομένου σου τοῦ ἀδελφοῦ. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος. Οἷον εἰ ἐποίησας ἀγαθὸν, σκόπει σὺ μήποτε διὰ κενοδοξίαν, ἢ δι' ἀνάγκην, ἢ ὑποκρίσει τοῦτο ἐποίησας, ἢ δι' ἄλλην τινὰ ἀνθρωπίνην αἰτίαν. Καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ