1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

164

ἐμνημόνευσε. Ἐνταῦθα, φησὶν, οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτὸς ἐπέδειξεν. Ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὸ, φησὶ, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἤδη γὰρ, φησὶν, προσεκυνεῖτο τῷ Ἰωσὴφ, τὴν τοῦ παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν, τὴν ἐσομένην αὐτῷ διὰ τοῦ Ἐφραίμ· καὶ τοῦτο ἐξέβη διὰ τῶν φυλῶν ὕστερον. Τουτέστι καὶ γέρων ὢν ἤδη. Καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Πίστει Μωϋσῆς γεννηθεὶς, Ἵνα πιστεύσῃ ὁ λαὸς, ὅτι πάντως ἔσται αὐτῷ λύτρωσις. Οὐκ ἂν γὰρ περὶ τῆς μεταθέσεως τῶν ὀστῶν ἐμνημόνευσεν, εἰ μὴ ἀκριβῶς ἑώρα ἐσομένην αὐτήν. Ἐκρύβη τρίμηνον ἀπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. Πίστει Μωϋσῆς μέγας γενόμενος, Ἐπειδὴ τῶν ἁγίων ἐκείνων ἐλάττους φανῆναι οὐδὲν ἦν δεινὸν, τούτου χάριν, καὶ εὐτελεῖς, καὶ ἀσήμους ἄνδρας τίθησιν. Ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραὼ μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, Τοῦτό φησι, διδάσκων αὐτοὺς καταφρονεῖν πάντων, καὶ μὴ ἀδημονεῖν ἐπὶ τῇ τῶν ὑπαρχόντων ἁρπαγῇ, ὅπου γε ὁ Μωϋσῆς διὰ πίστιν τοὺς βασιλικοὺς ἐξέλιπε θησαυρούς. Οὐχ ἁπλῶς ἀφῆκεν, φησὶν, ἀλλ' ἠρνήσατο, τουτέστιν ἐμίσησε, καὶ ἀπεστράφη. Τοῦ γὰρ οὐρανοῦ προκειμένου, περισσὸν ἦν τὰ βασίλεια θαυμάζειν Αἰγύπτου. Ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν Ἁμαρτίαν εἶπε, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακωθῆναι. Τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως. Τουτέστιν, Τὸ ὀνειδίζεσθαι τοιαῦτα, οἷα ὑμεῖς διὰ τὸν Χριστόν· ἢ ὅτι οἱ Αἰγύπτιοι ὠνείδισαν τὸν Θεὸν, ἀδικοῦντες, καὶ καταπονοῦντες τοὺς ἐξ Ἰσραὴλ, ὡς μὴ δυνάμενον σώζειν. Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. 95.985 Τὸν Θεὸν ἔχων, φησὶ, διὰ παντὸς ἐν τῇ καρδίᾳ, ταῦτα ὑπέμεινε. Πίστει πεποίηκε τὸ Πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλεθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τὸν περὶ τῶν μυστηρίων ἐμβάλλει λόγον. Λέγει δὲ, ὅτι πιστεύσας τὸν ὀλεθρευτὴν δυσωπεῖν, καὶ σώζειν τὸ γένος, τὸ ἀρνίον ἔσφαξεν. Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς. Πάλιν εἰς λαὸν ὁλόκληρον ἐξάγει τὴν μίμησιν. Ἵνα μὴ λέγωσιν, ὅτι Οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Ἔδειξε, φησὶν, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, εἰ καὶ κατὰ βούλησιν Θεοῦ, στερεώτερον τείχους ἐγένετο. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπόλωλε τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ' εἰρήνης. Καὶ τί ἔτι λέγω, ἐπιλείψει γάρ με διηγούμενον χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, ∆αβίδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν, Οὐκοῦν αἰσχρὸν, φησὶν, εἰ καὶ πόρνης ἀπιστότεροι φαίνεσθε. Οἱ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Οἱ περὶ τὸν Γεδεών. Τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνει· καὶ τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. Εἰργάσαντο δικαιοσύνην. Αὐτοὶ οὗτοι πάλιν· ἢ καὶ τὸν ∆αβίδ φησιν. Ἐπέτυχον ἐπαγγελιῶν. ∆ιὰ τὴν εἰς τοὺς ἐγγόνους ἐκβᾶσαν εὐλογίαν· ἢ ἐπὶ τοῦ ∆αβὶδ, διὰ τὴν τοῦ Σαλομῶντος βασιλείαν. Ἔφραξαν στόματα λεόντων. Ὡς ∆ανιήλ. Ἔσβεσαν δύναμιν πυρός. Ὡς οἱ τρεῖς παῖδες. Ἔφυγον στόματα μαχαίρας. Ὡς οἱ Ἰσραηλῖται. Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ. Ὁ κατὰ τὴν ἐπάνοδον λέγει τὴν ἐκ Βαβυλῶνος. Τίς γὰρ ἤλπισεν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανήκειν αὐτούς; καὶ οὐκ ἐπανήκειν μόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενέσθαι, καὶ κλῖναι παρεμβολὰς ἀλλοτρίων; Παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Σαμψώμ. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ προφήτας ἐνταῦθα λέγει, τὸν Ἠλίαν, τὸν Ἐλισσαῖον. Νεκροὺς γὰρ ἀνέστησαν. 95.988 Ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ