1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

106

ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Ὃ εἶπεν ἀνωτέρω, καὶ νυνὶ ἐπιλαμβάνει, ἐκδυσωπῶν αὐτοὺς τῇ δωρεᾷ ὧν εἰλήφεσαν χαρισμάτων. Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἐπειδὴ οἱ Ἰουδαΐζειν ἀναγκάζοντες, πρεσβύτερον ἔλεγον τὸν νόμον τῆς πίστεως, ἐκ τοῦ ἐναντίου δείκνυσιν ὁ Παῦλος πρεσβυτέραν τὴν πίστιν ἐκ τῆς περιτομῆς. Καὶ ἐπειδὴ μέγα ἐφρόνουν τῷ προπάτορι Ἀβραὰμ, καὶ ἐκ τούτου πάλιν αὐτοὺς ἐκδυσωπεῖ. Εἰ γὰρ Ἀβραὰμ ἐφ' ᾧ φρονοῦσι μέγα, φαίνεται πρῶτος τὴν πίστιν δεξάμενος, καὶ δι' αὐτῆς φίλος προσηγορευόμενος Θεοῦ, πόσῳ μᾶλλον οὗτοι προσδραμοῦνται αὐτῇ, εἴ γε τὴν ἐκείνου αὐχοῦσι συγγένειαν; Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ. ∆είκνυσιν τὰ ἔθνη μᾶλλον διὰ τῆς πίστεως αὐχοῦντα πατέρα τὸν Ἀβραὰμ, ἢ τοὺς ἐκ περιτομῆς. Τὸν γὰρ Ἀβραὰμ φίλον ἐποίησε Θεοῦ ἡ πίστις, οὐχ ἡ περιτομὴ, εἴ γε σφραγὶς καὶ σημεῖον τῆς πίστεως γέγονεν ἡ περιτομή· τὸ δὲ σημεῖον ἐκείνου οὗ ἐστι σημεῖον, ἔλασσόν ἐστιν, ὥστε οἱ ἐκ πίστεως, μᾶλλον κληθεῖεν εἰκότως τοῦ Ἀβραὰμ υἱοὶ, ἢ οἱ ἐκ τῆς περιτομῆς, καὶ τοσούτῳ ὅσῳ χρυσὸς τῆς σφραγίδος αὐτοῦ. Προϊδοῦσα ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός. Ἵνα μὴ δόξῃ ἐνθυμηματικῶς τοῦτο κατασκευάζειν, καὶ τὴν Γραφὴν περὶ τούτου μαρτυροῦσαν φέρει. Προευηγγελίσατο τῷ Ἀβραάμ. Ὅρα πῶς τὴν περὶ τῶν ἐθνῶν συγγένειαν γινομένην πρὸς Ἀβραὰμ, Εὐαγγέλιον ἐκάλεσεν ἡ Γραφή. Ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. ∆ιὰ τῆς ὁμοίας πίστεως. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Γέγραπται γὰρ, ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. ∆είξας ὡς ἡ πίστις τὰ ἔθνη δικαιοῖ, καὶ τούτου μαρτυρίαν ἐκ τῆς θείας Γραφῆς δεδωκὼς, δείκνυ 95.796 σιν ὡς καὶ κατάρατοι γίνονται οἱ ἐμμένοντες τῷ νόμῳ. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλὰ ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς. Ὡς ὁμολογούμενον ἐδέξατο τὸ μὴ δικαιοῦσθαι ἐν νόμῳ τινά. Ἐπειδὴ γὰρ προεῖπεν, ἐπικατάρατον ὄντα τὸν μὴ πληροῦντα πάντα τὸν νόμον, ἀδύνατον δὲ ἦν ἄνθρωπον πληρῶσαι αὐτὸν, τούτου χάριν θαῤῥῶν ἀπεφήνατο. Χριστὸς ὑμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ὁ μὲν λαὸς κατάρᾳ ὑπεύθυνος ἦν τῇ καταδικαζούσῃ τὸν μὴ ἐμμένοντα πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου. Ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἀντηλλάξατο τὴν λέγουσαν· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν καὶ ὁ κρεμάμενος ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος, τὸν μέλλοντα δὲ ἐκείνην λύειν τὴν κατάραν, ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῇ, ἔδει δὲ δέξασθαι κατάραν ἀντ' ἐκείνης, τῆς καταδικαζούσης λέγω, τὸν μὴ ἐμμένοντα πᾶσι τοῖς γεγραμμένοις, τούτου χάριν, τῆς μὲν ἐλεύθερος γέγονεν· Οὐχ εὑρέθη γὰρ δόλος ἐν τῷ στόματι αὐτοῦ· ταύτην δὲ ἔλαβεν, τὴν ὑπεύθυνον ἑαυτῇ ποιοῦσαν τὸν κρεμάμενον ἐπὶ ξύλου, καὶ δι' αὐτῆς ἐκείνην ἔλυσεν· καὶ καθάπερ τινὸς καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος ὑπὲρ ἐκείνου ἀποθανεῖν ἐξαρπάζει τῆς τιμωρίας αὐτὸν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ὥσπερ οὖν ὁ ἀποθανὼν ἀνεύθυνος τοὺς ἀποθανεῖν μέλλοντας ἐξείλετο θανάτου τῷ ἑαυτοῦ θανάτῳ, οὕτω καὶ κατάραν δεξάμενος ὁ Χριστὸς, τῆς κατάρας ἀπήλλαξεν. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ. Πῶς εἰς τὰ ἔθνη; Ἐν τῷ σπέρματί σου, φησὶν, εὐλογηθήσονται τὰ ἔθνη, τουτέστι Κυρίου. Ὡς γὰρ αὐτός πού φησιν· Οὐκ εἶπε, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλὰ, Τῷ σπερματί σου, ὡς ἐφ' ἑνὸς, τουτέστι Χριστῷ. Οὐδὲ γὰρ δυνατὸν ἦν διὰ τῶν Ἰουδαίων εὐλογεῖσθαι τὰ ἔθνη. Πῶς γὰρ οἱ ἐκ τοῦ νόμου ὄντες ἐπικατάρατοι, ἑτέροις εὐλογίας γίνονται πρόξενοι; Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως. Ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν