1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

135

οὐρανὸν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Ἐπειδὴ ἀκοῇ τὰ κατ' αὐτοὺς οἶδεν, ἀμφιβόλως εἴρηκεν, Εἴ γε ἐπιμένετε. ∆ηλονότι τῆς πίστεως ἡ ἐπιμονὴ βεβαιοῖ τὴν πρὸς Θεὸν οἰκείωσιν. Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν. Ἐναγώνιον τὸ ἔργον τοῦ Ἀποστόλου. Καὶ ἐπειδὴ περὶ τὸ ἔργον ἐστὶ πρόθυμος, χαίρει καὶ ἐν τοῖς ἀγωνίσμασιν οἷς ἀγωνίζεται ὑπὲρ τῆς Ἐκκλησίας. Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία· ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς. Τουτέστι τῆς Ἐκκλησίας· καθὸ γὰρ αὐτοῦ ἡ Ἐκκλησία. Πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, τὸ μυστήριον τὸ 95.892 ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς, ἐν ὑμῖν ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

ΚΕΦΑΛ. Βʹ. Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ,

καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκὶ, ἵνα πληρωθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ἡ διακονία τοῦ Ἀποστόλου ἐστὶν ἐν τῇ λόγου διδασκαλίᾳ. Ὁ δὲ λόγος ἐστὶ περὶ τῆς τοῦ κόσμου σωτηρίας, τῆς πάλαι μὲν ἐξ ἀϊδίου παρὰ Θεῷ βεβουλευμένης καὶ ὁρισθείσης, ἐμφανῶς δὲ νῦν καταστησάσης, καὶ γινωσκομένης παρὰ τοῖς ἀξίοις τῆς γνώσεως, οὐ διὰ σοφίας σαρκικῆς, ἀλλὰ διὰ τῆς ἀποκεκρυμμένης ἀεὶ παρὰ Θεῷ, ὑπερκοσμίου τυγχανούσης, καὶ ἐν Πνεύματι ἁγίῳ κειμένης, ἧς δέονται καὶ οἱ ἐκ τῆς ἀνθρωπίνης σοφίας ἐρχόμενοι, καὶ οἱ ἐκ νόμου, ὅτι μήτε νόμος ἐξέφηνεν ἀργῶς τὸ μυστήριον, μήτε κόσμος κατέλαβεν. Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. ∆ιὰ τοῦτο, φησὶν, εἴρηκα τοὺς πάντας θησαυροὺς τῆς σοφίας ἐν Χριστῷ τυγχάνειν, ἵνα μὴ τὴν ἔξωθεν σοφίαν ἐπιζητῆτε. Ἐπειδὴ καὶ οὐ παρὼν ὑμῖν σωματικῶς, πάρειμι πνευματικῶς, καὶ χαίρω ἐπὶ τῇ πίστει, καὶ εὐταξίᾳ τῆς Ἐκκλησίας. Βλέπω δὲ καὶ τὸ ἐνδεὲς ὑμῶν, καὶ τὸ ἐν χρείᾳ τῆς διδασκαλίας. Ἐπὶ γὰρ πίστει γνῶσις ἀναγκαία. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι, καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε περισσεύοντες ἐν αὐτῇ. Ἐπειδὴ μήπω διὰ τῆς ἐπιστολιμαίου διδασκαλίας οἶδεν αὐτοὺς δυναμένους φθάνειν εἰς τὸ τῆς σοφίας βάθος, πρὸς ἀσφάλειαν παραγγέλματι αὐτοὺς προκαταλαμβάνει, λέγων ἀγαθὴν εἶναι τὴν παράδοσιν ἣν παρειλήφασι, καὶ μόνην ἀληθῆ τὴν περὶ Χριστοῦ διδασκαλίαν, ἣν ὁ Ἐπαφρᾶς παραδέδωκεν, καὶ δεῖν τὸ βέβαιον ἐπὶ τῇ πίστει φυλάξαι, καὶ προσθεῖναι τὴν τῆς ἀγάπης ἐποικοδόμησιν, καὶ προκόπτειν ἐν ἔργοις ἀγαθοῖς ἀεὶ, καὶ τὰ τῶν θλίψεων ἐν ὑπομονῇ μετ' εὐχαριστίας. 95.893 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν. Πλεονάζει κατὰ ταύτην τὴν ἐπιστολὴν πρὸς Ἕλληνας καὶ Ἰουδαίους διαλεγόμενος, ἑκατέρας ἐκτροπῆς ἀφαιρῶν τοὺς πεπιστευκότας. Πρῶτον μὲν οὖν τὴν ἐκ φιλοσοφίας ἀποσύλησιν φυλάττεται, κενὴν ἀπάτην λέγων εἶναι τὴν φιλοσοφίαν, ὅτι σχήματι καταπλήττει, καὶ πιθανότητι λόγων τῆς ἀληθείας