1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

64

ἀποχωροῦντες. Τοῦτο δὲ εἶπεν, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας. ∆ιὸ καὶ τῇ λέξει ταύτῃ κέ 95.652 χρηται, ᾗ καὶ πρὸς τοὺς Ἰουδαίους Μωϋσὴς ἐχρήσατο, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ. Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ. «Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ ἑτέρου ἕκαστος.» Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι, καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύομαι τῶν προκειμένων, τούτου χάριν φησί· Ναὶ τέλειος εἶ, καὶ σαυτοῦ κύριος, ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ' εἰ μὲν βλάβην ἔχει τὸ τιμώμενον καὶ καταστροφήν. «Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον αὐτοῖς ἐνθεὶς, ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν αὐτοὺς ἐξωθήσῃ, ὡσεὶ καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ τοῦ δέοντος χρήσασθαι, ἀφεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης ἐλευθέρους, φησίν· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ, φησὶν, ἀγνοῶν φάγῃς, καὶ μὴ ἴδῃς, οὐχ ὑπόκεισαι τιμωρίᾳ. Τῆς γὰρ ἀγνοίας τὸ πρᾶγμα λοιπὸν, οὐ τῆς λαιμαργίας. Τὸ γὰρ μανθάνειν τὸ προκείμενον, ὅ τί ποτέ ἐστιν, ταυτόν ἐστι τὰς ἀφορμὰς διδόναι τῆς συνειδήσεως. «Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.» Οὐχὶ τῶν δαιμονίων. Εἰ δὲ ἡ γῆ, καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα. Εἰ δὲ αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον, ἀλλ' ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ τῆς παρακοῆς. «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.» Ὅρα πάλιν τὴν συμμετρίαν. Οὐ γὰρ ἐπέταξεν καὶ ἐνομοθέτησεν ἀπιέναι, οὐδὲ ἐκώλυσεν. Ἀπιόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. ∆ιὰ τί; ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. «Ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο εἰδωλόθυτόν ἐστιν, μὴ ἐσθίετε, δι' ἐκεῖνον τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἐμαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου.» Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ' ὡς ἐβδελυγμένων ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι φεῦγε· οὐδεμίαν γὰρ ἔχουσιν ἰσχύν. Ἀδιαφόρως μέτεχε· ἐχθρῶν γάρ ἐστιν καὶ ἠτιμωμέ 95.653 νων τράπεζα. ∆ιὸ ἔλεγε, ∆ιὰ τὸν μηνύσαντα καὶ τὴν συνείδησιν, ἵνα μὴ βλαβῇ. «Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;» Ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων. Τοῦτο γὰρ ἐλευθερία ἐστὶν, Ἰουδαϊκῆς ἀπηλλαγμένης δουλείας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐλεύθερόν με πεποίηκεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον, ἀλλ' οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ ∆εσπότου μου φιλοτιμίαν συνορᾷ· ἀλλὰ καταγνώσεται, καὶ ἐρεῖ πρὸς αὐτὸν, ὡς δοκοῦντες ἀπέχεσθαι τῶν εἰδώλων, τῶν ἐκείνοις προσαγομένων ἔχονται. «Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Τίνος μετέχει χάριτι, ἢ τῶν τοῦ Θεοῦ δωρεῶν; ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι τὴν ψυχὴν ἀμόλυντον, καὶ ἀνωτέραν πάσης κηλίδος. «Ἀπρόσκοποι γίνεσθε, καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Τουτέστιν, Μηδεμίαν παρέχετε βλάβην μηδενί. Οὐ γὰρ μόνον ἀδελφοὺς οὐ δεῖ πλήττειν, ἀλλ' οὐδὲ τοὺς ἔξωθεν. «Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.»

ΚΕΦΑΛ. ΙΑʹ. «Μιμηταί μου γίνεσθε, ὡς κἀγὼ Χριστοῦ.» Ἐπειδὴ ὑπευθύνους αὐτοὺς

ἐποίησεν, καὶ τῆς τῶν Ἑλλήνων βλάβης, καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ