1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

116

εἰδότες, δι' ὃ πράττουσι καὶ ἐπὶ ποίῳ τέλει, καὶ τίνων ἤδη κατηξίωνται κατὰ τὴν δοθεῖσαν χάριν. Καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ. Μεγίστην ὑπερβολὴν δυνάμεως λέγει, χορηγούσης εἰς ἡμᾶς τὴν νεκρῶν ζωοποίησιν. Μέγα γὰρ τὸ τοὺς ἐξ αἰῶνος ἀναστῆναι θνητοὺς, τῷ πλήθη ζῶντας δι' ὀλίγου παραστῆναι. ∆ιὸ τοῖς ἀπίστοις ἄπιστος ἡ ὑπερβολὴ, κατὰ τὸ εἰρημένον· Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. Ἔδειξε, φησὶν, ἡμῖν ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν ὧν ἡμῖν ἐχαρίσατο. Συνήγειρεν γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις. Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι' ἑαυτοῦ δεκτικὸν τῆς δυνάμεως καὶ τῆς ἐνεργείας τῆς ζωοποιοῦ, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ Μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρτητον αὐτὸ φυλάξας, καὶ τῆς ζωῆς, καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γενέσθαι δεκτικόν. Καὶ τοῦτό ἐστι τὸ, συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς οὐρανίοις. Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ∆ιηνεκὴς ἡ δόξα, ἀρξαμένη μὲν ἀπὸ τοῦ παρόντος αἰῶνος, παρατείνουσα δὲ εἰς τὸν ἄπειρον αἰῶνα· ὅτι τοῦτο ἡ δύναμις τῆς ἀφθάρτου καὶ ἐνδόξου διαμονῆς ἡμῶν, τὸ τὸν ἀρχηγὸν τῆς ζωῆς διαμένειν εἰς αἰῶνας. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ. Ὡς μηκέτι τὰς οὐρανίους δυνάμεις εἶναι κεφαλὴν ἐφ' ἡμῖν, καθὸ καὶ ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἡμῶν, κατὰ τὴν ἱερὰν τοῦ Ἀποστόλου φωνήν. Ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ. Σῶμα αὐτοῦ, ἡ Ἐκκλησία κατὰ τὴν μετάληψιν τοῦ ἁγίου Πνεύματος. 95.829 Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ἡ Ἐκκλησία ἐστὶν, ἡ δεκτικὴ, φησὶ, τοῦ διήκοντος, τῶν οὐρανίων μὲν πάλαι, νῦν δὲ καὶ ἐπιγείων.

ΚΕΦΑΛ. Βʹ. Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε

περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος ἐν τοῖς υἱοῖς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Χάριτί ἐστε σεσωσμένοι. Ὑμᾶς, φησὶ, τοὺς ἐξ ἐθνῶν ἐξαιρέτους ὄντας τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν ἐν ᾗ ἐζῆτε ὑπὸ τοῦ πονηροῦ δαίμονος τοῦ ἄρξαντος διὰ τῶν εἰσπορευομένων ὑμῖν πονηρῶν ἐννοιῶν, ἐλέου ἀξιώσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἐν τῇ ἁμαρτίᾳ νεκρότητα ὑμῶν μετέβαλεν εἰς ζωὴν κοινωνίᾳ τῇ πρὸς τὸν Χριστόν. Ὅπερ γάρ ἐστι τῷ Χριστῷ, τοῦτο εἰς ἡμᾶς χωρεῖ συναπτομένους αὐτῷ. Καὶ τοὺς ἔχοντας δὲ νόμον, τὰ ὅμοια τῶν ἐθνῶν πεπονθέναι, φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσε. Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ἡμῶν. Σάρξ ἐσμεν τοῦ Χριστοῦ, καὶ μέλη, καὶ σῶμα, καὶ κεφαλὴν ἡμῶν αὐτὸν ἔδωκεν ὁ Πατήρ. Ἤδη ἐσμὲν ἐν οὐρανῷ, καθό ἐσμεν ἐν Χριστῷ, καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἕξομεν εἰς ὕστερον, ὅτε τὰ ἐν Χριστῷ ἀγαθὰ πρόεισιν εἰς τὸ ἐμφανὲς, ἀνεξήγητα ὄντα νυνὶ, καὶ ἀνεξαρίθμητα· διὸ