1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

81

ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα· νῦν δὲ ὅσῳ ἂν ἐπιτείνηται τὰ τῶν διωγμῶν τῶν ἡμετέρων, τοσούτῳ μᾶλλον ἐπιδιδόναι τὰ τῆς χρηστῆς ἐλπίδος προσδοκᾷν δεῖ. Τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὸ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, ∆είκνυσιν ὅτι μετὰ τῆς αὐτῶν ὠφελείας καὶ ἡ χάρις πολλὰ ἐνίσχυσεν ἐνεργοῦσα ἐν αὐτοῖς. Ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Οὐ γὰρ θέλω μὲν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὑπὲρ τῆς θλίψεως ἡμῶν, τῆς γενο 95.709 μένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρύνθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ὥσπερ διωκομένων ἡμῶν ἀλγεῖτε, φησὶν, ὡς αὐτοὶ τοῦτο πάσχοντες, οὕτως ἴσμεν ὅτι καὶ παρακαλουμένων, αὐτοὶ τούτων ἀπολαύετε. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ. Τουτέστι, τὴν κρίσιν καὶ τὴν προσδοκίαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τοιαύτην προσδοκίαν εἶχε τὰ πράγματα, ὅτι ἀποθανούμεθα πάντες, ἀλλ' οὐ προέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ἡμετέρας ἐννοίας ἔστη. Τὸ δὲ, ἵνα μὴ πεποιθότες ὦμεν, οὐκ ἐπειδὴ αὐτὸς οὕτω διέκειτο λέγει, ἀλλὰ τοὺς ἄλλους ἐν τοῖς ὡς περὶ αὐτοῦ λεγομένοις ῥυθμίζων. Τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται· εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει. Πάλιν τοὺς περὶ ἀναστάσεως αὐτοῖς κινεῖ λόγους. Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Ἵνα τὰ πολλὰ πρόσωπα, φησὶν, αὐτῷ εὐχαριστήσῃ, ἐπειδὴ καὶ τὰ πολλὰ τὴν χάριν ἔλαβεν. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων εὐχὰς αὐτοὺς διεγείρων, ὁμοῦ δὲ καὶ ταπεινοφροσύνην αὐτοὺς διδάσκων, καὶ εἰς ἀγάπην ἄγων. Πρὸς δὲ τούτοις κἀκεῖνο, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ποιήσῃ Θεὸς μέγα, ἐνταῦθα καὶ εὐχὴ συμβάλλεται. Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι, Τρίτην αἰτίαν παρακλήσεως τίθησιν. Αὕτη δέ ἐστιν, ἡ ἐν καθαρῷ συνειδότι πανταχοῦ τῆς οἰκουμένης ἀναστρέφεσθαι. Ταῦτα δὲ λέγει, παιδεύων αὐτοὺς καὶ ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ὅταν τὸ συνειδὸς καθαρὸν ἔχωσιν. Ὁ δὲ νοῦς οὕτως· Ἡ καύχησις ἡμῶν αὕτη ἐστὶ, φησὶν, ἡ συνείδησις ἡμῶν, οὐκ ἔχουσα ἡμᾶς καταδικάζειν ὡς ἐπὶ πονηροῖς πράγμασιν ἐλαυνομένους. Καὶ εἰλικρινείᾳ τοῦ Θεοῦ. Τουτέστιν, οὐδὲν δολερόν. Οὐκ ἐν σοφίᾳ σαρκικῇ. Τουτέστιν, οὐκ ἐν κακουργίᾳ, οὐδὲ δεινότητι λόγων, ἢ συμπλοκῇ σοφοῖς χαρισμάτων. Ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. Τὴν παρ' αὐτοῦ δύναμιν δεδομένην ὑμῖν διὰ τῶν σημείων ἐνδεικνύμενοι. Οὐ γὰρ ἄλλα γράφομεν ἡμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Ἐπειδὴ μεγάλα ἐφθέγξατο περὶ ἑαυτοῦ, ὅπερ ἦν 95.712 φορτικὸν, αὐτοὺς παράγει μάρτυρας τῶν λεγομένων. Ἐλπίζω δὲ κἀγὼ, ὅτι ἕως τέλους ἐπιγνώσεσθε, καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους. Ἀπὸ τῶν παρελθόντων πιστοῦται τὰ μέλλοντα. Εἶτα, καὶ οὐχ ἁπλῶς τοῦτο ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπιῤῥίπτων τῷ Θεῷ, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι. Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ. Ἐνταῦθα τὸν ἐκ τῶν εἰρημένων ὑποτέμνεται φθόνον ἢ ἔριδας, αὐτοὺς καὶ κοινωνοὺς ποιῶν τῆς δόξης τῶν αὐτοῦ κατορθωμάτων. Οὐ γὰρ μέχρις ἡμῶν κατήντησε, φησὶ, ἀλλὰ καὶ εἰς ἡμᾶς διαβαίνει. Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, καὶ δι' ὑμῶν ἀπελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ' ἡμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόμενος, Τὸ σφόδρα θαῤῥεῖν ὑμῖν, τὸ καυχᾶσθαι ἐφ' ὑμῖν, καὶ καύχημα ἡμῶν ὑμᾶς εἶναι. Μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ; Τίνος ἕνεκεν οὐκ ἦλθον, φησίν; ἆρα ὡς κοῦφος καὶ εὐριπιστής; οὐδαμῶς. Ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ