1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

97

Εὐαγγέλιον κηρύττοντες. Πάλιν λέγω (μή τις με δόξῃ ἄφρονα εἶναι). Καὶ γὰρ ἤδη προδιωρθώσατο. Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με. Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ αἰτίας μὴ οὔσης καυχᾶσθαι. Ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Πάλιν τῇ προσθήκῃ τοῦ μικροῦ ἐπικουφίζει τὸ βάρος. Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 95.764 Ὅρα πῶς τὸ καυχᾶσθαι οὐ κατὰ Κύριον. Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι ∆οῦλοι ἀχρεῖοί ἐσμεν. Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι. Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει. Τουτέστιν, ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτομὴν ἔχειν, καὶ προγόνους Ἰουδαίους. Κατὰ ἀτιμίαν λέγω. Οὐχ ὅτι τύπτεσθε, ἀλλ' ὅτι εἰς ὄψιν τῶν τυπτομένων οὐκ ἐλάττονα πάσχετε. Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν· ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Ἑβραῖοί εἰσι; κἀγώ. Ἰσραηλῖταί εἰσι; κἀγώ. Σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. ∆ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα. Μὴ γὰρ οὐκ ἐδυνάμεθα, φησὶ, καὶ ἡμεῖς τοιαῦτα ποιεῖν ὑμῖν; Ἀλλ' οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων τοιαῦτα ποιεῖν; Ἔγκλημα μὲν γὰρ ὑμῖν, καὶ τὸ μωραινόντων ἀνέχεσθαι. Τὸ δὲ καὶ ἁρπαζόντων, καὶ καταφρονούντων, καὶ τυπτόντων, οὐδὲ ἀπολογίαν ἔχει. Παρὰ μίαν ἔλαβον. ∆ιὰ τί παρὰ μίαν; Νόμος ἦν παλαιὸς τὸν πλέον τῶν τεσσαράκοντα λαβόντα ἄτιμον εἶναι παρ' αὐτοῖς. Ἵνα οὖν μὴ ἡ τοῦ τύπτοντος ῥύμη καὶ ὁρμὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθμοῦ, ἄτιμον ποιήσῃ τὸν μαστιγούμενον, ὥρισαν παρὰ μίαν τύπτεσθαι, ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, μὴ ὑπὲρ τεσσαράκοντα ἐκπέσῃ, ἀλλὰ εἴσω τοῦ ἀριθμοῦ τοῦ σεσοφισμένου μείνας, μὴ ἀτιμάσῃ τὸν τυπτόμενον. Τρὶς ἐῤῥαβδίσθην· ἅπαξ ἐλιθάσθην. Καὶ τί τοῦτο πρὸς τὸ Εὐαγγέλιον; ὅτι μακρὰς ὁδοὺς ἐστέλλετο, καὶ διαποντίους ἀποδημίας. Τρὶς ἐναυάγησα. Μυστικῶς αἰνιττόμενος λέγει τὴν ἀνθρωπότητα τρίτον ναυαγῆσαι· τί γάρ φησι, Τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα; Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν παραδείσῳ διὰ τῆς παραβάσεως· δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε. Τρίτον, μετὰ τὸ δέξασθαι τὸν νόμον, πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν 95.765 ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐμμέσῳ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς Οὐρανόπολιν πλοῦν ᾠκονόμησε. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Νύκτα λέγει, τὴν πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν. Ἡμέραν δὲ λέγει, τὴν μετὰ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ὁδοιπορίαις πολλάκις, Οἱ μὲν γάρ φασιν, ὅτι ἐν μέσῳ πελάγει πλέων· οἱ δὲ, ὅτι νηχόμενος ἐν μέσῳ πελάγει, ἔνθα οὐ γῆν, οὐκ ὄρος ἦν ἰδεῖν, ὅπερ καὶ ἀληθέστερον. Ἐπεὶ ἐκεῖνό γε οὐδὲ θαύματος ἄξιον, οὐδ' ἂν μετὰ τὰ ναυάγια αὐτὸ τέθεικεν ὡς τῶν ναυαγίων μεῖζον ὄν. Κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις. Ἠναγκάζετο γὰρ διαπορθμεύειν ποταμούς. Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς, ἡ ἐπισύστασίς μου ἡ καθημέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ, τὰς ἀσθενείας μου καυχήσομαι. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, οἶδεν ὅτι οὐ ψεύδομαι. Ἐν ∆αμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως, ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι