1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

2

τύφον, εἴ γε παρακολούθους αὐτοὺς τῶν ἐθνῶν ἔταξεν. Περὶ γὰρ τῶν ἐθνῶν διαλαβὼν τὸ, ἐν οἷς καὶ ὑμεῖς ἐπήγαγεν. «Κλητοῖς ἁγίοις.» Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τίθησιν· Κλητὸς Ἀπόστολος. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί. Πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Τὸ δὲ, ἀγαπητοῖς Θεοῦ, διαιροῦντός ἐστιν ἀπὸ τῶν πιστευσάντων τοὺς μὴ τοιούτους. Καὶ ἄλλως δὲ τοὺς πιστεύσαντας καλεῖ πάντας, καθ' ὃ ἡγιάσθησαν διὰ λουτροῦ παλιγγενεσίας. «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πόσον ἴσχυσεν ἡ τοῦ Χριστοῦ ἀγάπη δείκνυσιν, ὅτι οἱ ἐχθροὶ καὶ ἠτιμημένοι, ἅγιοι καὶ δίκαιοι γεγόνασιν ἐξαίφνης. Ὅταν γὰρ Πνεῦμα καλέσῃ, υἱοὺς ἀπέδειξεν· ὅταν δὲ υἱοὺς εἶπεν, ἁπάντων τῶν ἀγαθῶν τὸν θησαυρὸν ἀπεκάλυψεν. «Πρῶτον μὲν εὐχαριστῷ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, περὶ πάντων ὑμῶν. Ἁρμόζον τὸ προοίμιον τῇ φιλοθέῳ ψυχῇ, ἐφ' οἷς εὐσεβοῦσιν ἕτεροι εὐαρεστεῖν τῷ Θεῷ. «Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.» Ὃς γὰρ ἄρτι δεξαμένης τὴν βασιλείαν τότε τῆς Ῥώμης, εἰκὸς τοὺς ἐν αὐτῇ πιστοὺς ἐν πάσῃ περιφέρεσθαι πόλει. «Μάρτυς γάρ μου ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου.» Ἐπειδὴ περὶ ἀδήλου πράγματος ἦν αὐτῷ ὁ λόγος, τοῦτο δὲ ἦν ἡ ἀγάπη ἡ εἰς αὐτοὺς ἀνθρώπους μηδὲ εἰδότας αὐτόν· τούτου χάριν τὸν Θεὸν ἐπὶ τοῦ πράγματος τούτου μάρτυρα καλεῖ. «Ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως.» Ἄνω τοῦ Πατρὸς εἰπὼν τὸ Εὐαγγέλιον, ἐνταῦθα τοῦ Υἱοῦ αὐτοῦ εἶναι λέγει, δεικνὺς τὴν ἑνότητα Πατρὸς καὶ Υἱοῦ. «Μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῷ χάρισμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς.» ∆είκνυσιν ὅσος ἐστὶν εἰς τὸ πείθεσθαι Θεῷ, ὅπου γε σφόδρα σπουδάζων καὶ εὐχόμενος τὴν Πόλιν ἰδεῖν, παρὰ τὸ τοῦ Θεοῦ δοκοῦν, οὐ παρεγίνετο πρὸς αὐτούς. «Τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ 95.448 τῆς ἐν ἀλλήλοις πίστεως ἡμῶν τε καὶ ἐμοῦ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθέμην τοῦ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσί τε καὶ Ἰουδαίοις.» Ἵνα μὴ δόξῃ τισὶν μεγαλοφρονεῖν, εἶναι λέγων εἰς τὸ μεταδοῦναι ἡμῖν χάρισμα, τούτου χάριν καὶ αὐτὸς τῆς παρ' ἐκείνων παρακλήσεως δεῖσθαι λέγει. «Σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτως, τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.» ∆είκνυσιν ὡς εἰ καὶ ἡ διὰ φιλοδοξίαν προσρίπτει ἑαυτὸν τῇ βασιλευούσῃ Πόλει, ἀλλ' ὡς ἐκ παντὸς τρόπου προσῆκον αὐτῷ μυσταγωγεῖν αὐτούς. Ἧ γὰρ πάντων ἐθνῶν κήρυξ ἐτέθη, δῆλον ὅτι καὶ κηρύττειν Ῥωμαίοις ὀφειλέτης ἐστίν. «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον.» Καίτοι ἀλλαχοῦ φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα ἐνταῦθα οὐ λέγει καυχῶμαι, ἀλλ' οὐκ αἰσχύνομαι; ἐπειδὴ σφόδρα ἐπτοημένοι ἦσαν εἰς τὰ τοῦ βίου πράγματα Ῥωμαῖοι, ἄρτι τὴν ἀρχὴν τῆς οἰκουμένης ἀναδεξάμενοι, αὐτὸς δὲ ἐκήρυττεν Ἰησοῦν τὸν ἐσταυρωμένον· διὰ τοῦτο φησὶν, οὐκ αἰσχύνομαι, ἐκείνους διδάσκων, τέως μὴ ἐπαισχύνεσθαι. Ἤδει γὰρ ὅτι ἂν τοῦτο κατορθώσωσιν, ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσιν. «∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.» Ἐπειδή ἐστιν δύναμις Θεοῦ καὶ εἰς κόλασιν κατὰ τὸ εἰρημένον περὶ τῆς κολάσεως τῶν Αἰγυπτίων, τούτου χάριν προσέθηκεν τὸ, Εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, καὶ ἵνα μὴ ἁπλῶς καὶ ἀδιακρίτως τοῖς πᾶσιν δίδοσθαι νομισθῇ ἐπήγαγε, παντὶ τῷ πιστεύοντι. «Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.» Ἐνταῦθα τὸ, πρῶτον, οὐκ ἀξιώματος ὄνομα ἀλλὰ τάξεως σημασία· ὥσπερ ἀμέλει καὶ [διὰ] τῶν δεχομένων τοῦ βαπτίσματος χάριν, οὗ οὐχ ὁ πρῶτος πλεονεκτεῖ τοῦ δευτέρου, ἢ τοῦ τρίτου ἢ τοῦ ὑστάτου πλέον λαμβάνει. «∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται.» Ὁ γενόμενος, φησὶν,