1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

115

ἡμᾶς υἱούς. Ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει. Ἐπειδὴ ἄνω καὶ κάτω λέγουσιν αἱ Γραφαὶ, ὅτι ὑπήκοος γέγονεν τῷ Πατρὶ μέχρι θανάτου, καὶ ἐπειδὴ ἔλεγεν ὁ Χριστός· Ὁ Θεὸς, Θεός μου, εἰς τί με ἐγκατέλιπες; ἵνα μή τις ὑπολάβῃ ἀληθῶς ἐγκαταλελεῖφθαι αὐτόν· εἰ καὶ ὑπὲρ τοῦ ἡμῶν προσώπου τὰς τοιαύτας ἔλεγε φωνάς· τούτου χάριν πανταχοῦ ἠγαπημένον καὶ ἀγαπητὸν αὐτὸν ἡ θεία κηρύττει Γραφή. Γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑτοῦ. Οὕτω γὰρ μόνως εἰς ἡμᾶς ἡ Χριστοῦ χάρις χωρεῖται διὰ τῆς γνώσεως· ὃ ἐπὶ τοῖς ἀγνοοῦσιν οὐκ ἐφαρμόζεται. Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν. Εὐδόκησε γὰρ ἐπὶ τῇ εὐεργεσίᾳ ταύτῃ πρὸ αἰῶνος· ὥριστο δὲ αὐτῇ καὶ χρόνος, ὅτε τὰ προωρισμένα πέρας ἐδέξατο ἱκανόν. Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ. Ὅσον ὁ Ἀδὰμ ἁμαρτήσας ἀπεστερήθη τούτων πάντων, ἀνανέωσις γέγονεν ἐν Χριστῷ. Τίνων οὖν ἀπεστερήθη; ἄφθαρτος ὢν, εἰς φθορὰν ἦλθε, καὶ ἀθάνατος ὢν, εἰς θάνατον, καὶ ἀπὸ παραδείσου, ἔξω πα 95.825 ραδείσου. Ταῦτα οὖν προέκειτο παρὰ Θεῷ, εἰς τὸ ἀνακεφαλαιώσασθαι καὶ ἀνανεῶσαι, καὶ ὑπὲρ τούτων γέγονεν ὁ Μονογενὴς ἄνθρωπος, ἵνα καταλύσῃ θάνατον, καὶ ἀνέλῃ τὴν φθορὰν, καὶ τὴν ἁμαρτίαν ἐκβάλῃ, ὃ καὶ γέγονε παραγενομένου Χριστοῦ. Τὸ δὲ, ἐν τοῖς οὐρανοῖς, τοῦτον ἔχει τὸν τρόπον· ὅτι λύπη ἦν μεγάλη καὶ ἀδιάλειπτος τοῦ κόσμου ἁμαρτάνοντος τοῖς ἀγγέλοις, καὶ ὑπὸ κατάραν ὄντος· καὶ δῆλον ἐν τῷ εἰπεῖν τὸν Κύριον, ὅτι Χαρὰ ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· λέγει οὖν, ὡς ἐλθὼν ὁ Κύριος, καὶ τὰ ἐπὶ τῆς γῆς ἀνενέωσεν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ἐκείνης παύσας τοὺς ἀγγέλους τῆς λύπης, ἧς ἐλυποῦντο ἐπὶ τῇ τῶν ἀνθρώπων φθορᾷ. Ἀνήγαγε γὰρ αὐτοὺς ἐπὶ τὴν προτέραν χαρὰν, τὴν ὑπὲρ τῶν σωζομένων. Ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ. Ἐν Χριστῷ, φησὶ, γιγνόμενοι, μερὶς γινόμεθα Θεοῦ. Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Τῶν προεγνωσμένων ἐστὲ καὶ ὑμεῖς, φησὶν, οἰκειούμενοι Χριστῷ δι' ὑπακοῆς, καὶ τῆς ἐπὶ τῇ ἀκοῇ πίστεως, καὶ τοῦ ἐπὶ τῇ πίστει σφραγισμοῦ, ὅς ἐστιν ὁμοίωσις πρὸς Χριστὸν διὰ τῆς τοῦ Πνεύματος μεταλήψεως. Παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας, ἢ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ; ἐκεῖ γὰρ ἐκήρυττεν· διὸ καὶ ὑψηλότερον αὐτοῖς διαλέγεται ὁ Παῦλος, ἅτε ἐκ τῆς ἐκείνου διδασκαλίας προκατηρτισμένοις. Λίαν γὰρ ὑψηλὸς εἰς θεολογίαν ὁ ἀνήρ. Ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Ἀῤῥαβῶνα λέγει ἀρχὴν κτήσεως. Φησὶν οὖν, ὡς ∆εξάμενοι τὸ Πνεῦμα, ἠρξάμεθα ἤδη κτήματα εἶναι Χριστοῦ καὶ Θεοῦ. ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀκηκοὼς, φησὶ, τὴν πίστιν ὑμῶν, καθ' ἣν ἀναφέρεσθε εἰς Χριστὸν, καὶ τὴν ἀγάπην τὴν ἑπομένην τῇ πίστει, χάριν ἀναφέρω ὑπὲρ ὑμῶν, καὶ ταύτην οὐκ εἰς ἅπαξ, ἀλλὰ καὶ διὰ παντός. Ὁ Πατὴρ τῆς δόξης. Τουτέστιν, ἀρχηγὸς παντὸς τοῦ διδομένου εἰς ἡμᾶς θείου χαρίσματος, ὅπερ ἐν Πνεύματι διὰ τοῦ Λόγου χορηγεῖται. 95.828 ∆ῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις. Τὸ ἐλλεῖπον ἦν ἡ σοφία καὶ ἡ γνῶσις, καὶ ἵνα λόγῳ καὶ σοφίᾳ πράττωσι τὰ τῆς ἀγάπης,