1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

163

δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι' αὐτῆς ἀποθανών Ἂν γὰρ μή τις τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηται, πίστις εἶναι οὐ δύναται. Ἔτι λαλεῖ· Πίστει Ἐνὼχ μετετέθειτο τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Πρὸς γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν ἀποδότης γίνεται. Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Ὥσπερ οὐρανὸς φαινόμενος μόνον λαλεῖ, οὕτω Ἄβελ μνημονευόμενος. ∆ι' ἧς κατέκρινε τὸν κόσμον. Ἔδειξε γὰρ αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι Θεῷ. Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε, μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας, ὡς ἀλ 95.981 λοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Ἐξεδέχετο γὰρ Ἐπειδὴ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδέπω οὐδεὶς ἐκομίσατο. Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν. Τουτέστιν, τὴν ἀσάλευτον. Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Αὐτὸς γὰρ ἐλθὼν, ἐκείνην αὐτοῖς ἐχαρίσατο. Εἰ μὴ γὰρ κατῆλθεν Ἰησοῦς, καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν, πρόδρομος ἡμῶν γενόμενος, οὐκ ἂν ἡμεῖς ἐκείνων ἠξιώθημεν τῶν μονῶν. Πίστει γὰρ Σάῤῥα καὶ αὐτὴ δύναμιν Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φαίνονται. Ὅλος γὰρ αὐτῶν ὁ λόγος εἰς τοῦτο οἰκονομεῖται, εἰς τὸ ἀποκεκμηκότας αὐτοὺς ἀνακτήσασθαι. Εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. Τουτέστιν, εἰς τὸ κατασχεῖν τὸ σπέρμα. ∆ιὸ καὶ ἀφ' ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος. Τοῦτο οὐκ ἔστι, φησὶν, μόνον τὸ θαυμαστὸν, ὅτι ἔσχεν δύναμιν εἰς καταβολὴν σπέρματος, ἀλλ' ὅτι τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ εὔφοροι γαστέρες. Ὡς τὰ ἄστρα γὰρ, φησὶ, τοῦ οὐρανοῦ, ἐξ ἑνὸς δὲ σπέρματος, λέγει. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας. Οἱ περὶ τὸν Ἀβραὰμ, φησίν. Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσιν. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. ∆ιὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. Τῷ πνεύματι δηλονότι. Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Πεῖραν τῆς εὐσεβείας ἐπιδεικνύς. Πειράζει γὰρ, οὐχ ὡς ἀγνοῶν Θεὸς, ἀλλ' ὅτι οἱ ἅγιοι πεῖραν καὶ ἀπόδειξιν τῆς εὐσεβείας παρασχόμενοι, θαυμαστοὶ παρὰ πᾶσι γένωνται. Λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ἔλεγε, φησὶν, ὅτι ὁ ἐκ μήτρας καὶ γεγηρακυίας, καὶ ἀχρήστου γεγενημένης, υἱὸν γενέσθαι παρεσχηκὼς, καὶ σφαγέντα ἀναστῆσαι δυνήσεται. Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 95.984 Τουτέστιν ἐν ὑποδείγματι. Τύπος γὰρ γέγονε Χριστοῦ· καὶ τοῦτο ἦν σύμβολον, τοῦτον Πατέρα τὸν Μονογενῆ προσάγειν. Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Πίστει Ἰακὼβ ἀποθνήσκων,ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν. Πόθεν, φησὶν, ἐπηγγείλατο τοῖς υἱοῖς τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ; Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ