1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

80

προσθήκην, ἐπειδὴ σφόδρα διεστήκεσαν ἀφ' ἑαυτῶν, τῷ λέγειν, Ἐγὼ μέν εἰμι τοῦδε, ἐγὼ δὲ τοῦδε. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. ∆είκνυσι μετὰ πολλῆς σπουδῆς τὴν ἐπιστολὴν συντεθεῖσθαι. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα. ∆ι' ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησεν, τοὺς τὰ μέλη ἑαυτῶν ποιοῦντας μέλη πόρνης, τοὺς σκανδαλίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς τῇ ἀναστάσει ἀπιστοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξεν τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τὴν τῆς κακίας δυσσέβειαν. Μαραναθᾶ. Ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν, καὶ τούτων δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον ἦν τῶν κακῶν, καταστέλλων αὐτὴν οὐδὲ Ἑλλάδι κέχρηται φωνῇ, ἀλλὰ τῇ Ἑβραΐδι, δεικνὺς, ὅτι οὐ μόνον καταισχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς θερμότητος ἀσπάζεται. Τί δέ ἐστιν τὸ, Μαραναθᾶ; ὅτι Ὁ Κύριος ἦλθεν. Τίνος δὲ ἕνεκεν αὐτό φησιν, ἢ τὸν οἰκονομίας βεβαιῶν λόγον, ἐξ οὗ μάλιστα τὰ σπέρματα τῆς ἀναστάσεως συνέθηκεν; Ὡσανεὶ ἔλεγεν, Ὁ κοινὸς πάντων ∆εσπότης καταβῆναι τοσοῦτον κατηξίωσε, καὶ ὑμεῖς ἐν τοιούτοις ἐστέ; Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τοῦτο γὰρ διδασκάλου, τὸ μὴ μόνον συμβουλεῦσαι, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, Ἀμήν. Ἐπειδὴ σφοδρῶς αὐτῶν ἥψατο, καταπραΰνει λοιπόν, ἵνα δὲ μὴ νομίσωσιν, ὅτι ἱκετεύων αὐτοὺς εἰς τοῦτο κατέληξεν, προσέθηκε τὸ, Ἐν Χριστῷ· οὐδὲν γὰρ ἀνθρώπινον ἔχει, οὔτε σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστιν. Πρὸς Κορινθίους αʹ στίχων, ωμβʹ. Ἐγράφη ἀπὸ Φιλίππων διὰ Στεφανᾶ, καὶ Φουρτουνάτου, καὶ Ἀχαϊκοῦ, καὶ Τιμοθέου. Ἀναγνώσεις, εʹ κεφάλαια θʹ, μαρτύρια ιζʹ, στίχοι ὀκτακόσιοι ἑβδομήκοντα.

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ. ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ τοῦ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ

ἀδελφός. 95.708 Αἰτία δευτέρας ἐπιστολῆς Ἐγένετο τῷ Ἀποστόλῳ, τὸ ὑποσχέσθαι ἐν τῇ προτέρᾳ αὐτὸν ταχέως ἥξειν πρὸς αὐτοὺς, καὶ μὴ ἐκγενέσθαι τοῦτο ποιῆσαι. Καὶ ἑτέρα αἰτία, τὸ βελτιωθῆναι αὐτοὺς ἐκ τῆς Ἐπιστολῆς τῆς πρώτης. Προγράφει οὖν καὶ περὶ τοῦ βραδῦναι ἀπολογούμενος, καὶ τὴν ἐκ τῆς προτέρας Ἐπιστολῆς γενομένην διόρθωσιν ἀποδεχόμενος. Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συνάγων εἰς ἕν. Τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ τοῦ ἔθνους προσαγορεύει, καὶ τούτων τιμῶν τοὺς Κορινθίους. Ὁ πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Τὴν αἰτίαν λέγει τῆς ἀπολείψεως. Φησὶν οὖν· Οἶδα μὲν ὑποσχόμενος ἥξειν· ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε. καὶ μὴ καταγνῶτέ τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω καὶ διὰ τοῦ Χριστοῦ περισσεύει ἡ παράκλησις ἡμῶν· εἴτε δὲ θλιβόμεθα ὑπὲρ τῆς ἡμῶν παρακλήσεως καὶ σωτηρίας, Ἵνα μὴ καταβάλῃ τοὺς μαθητὰς τὸ σφόδρα ἐπαίρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν τὴν διάνοιαν· οὐ μόνον τοῦτο, ἀλλὰ τῷ ἀναμνῆσαι τοῦ Χριστοῦ, καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα. Εἰπὼν δὲ μίαν καὶ πρώτην παρακλήσεως παραμυθίαν, τὸ κοινωνῆσαι Χριστῷ, λέγει καὶ δευτέραν, τὸ τὴν τῶν μαθητευομένων ἐντεῦθεν κατασκευάζεσθαι σωτηρίαν. Κατασκευάζει δὲ τοῦτο οὕτως· Εἰ μὴ ἐκηρύξαμεν, φησὶν, ὑμῖν, φοβούμενοι τὰ δεινὰ,