1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

137

ὑπ' ἀγγέλοις οὖσαν ἐπιτρόποις, καὶ οἰκονόμοις, καὶ ἐν τοῖς σαρκικοῖς ταπεινῶν ὑμᾶς. Ταύτης γὰρ ἀντεχόμενοι οἱ τοῦ γράμματος φύλακες μάτην ἐπὶ σοφίᾳ μεγαλοφρονοῦσιν, οὐκ ἔχοντες τὴν κεφαλὴν, ὅς ἐστι ὁ Χριστὸς, ἐξ οὗ ἅπαν τῆς Ἐκκλησίας τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων αὔξει τὴν αὔξησιν, ἣν αὐτῇ δέδωκεν ὁ Θεὸς αὐξάνεσθαι. Συναφὰς δὲ καὶ συνδέσμους τοὺς τὸν λόγον τῇ Ἐκκλησίᾳ κηρύττοντας λέγει. ∆ι' αὐτῶν γὰρ συνάπτεται ἡ Ἐκκλησία Χριστῷ, καὶ τὴν καλὴν οἰκοδομὴν οἰκοδομεῖται. Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει. 95.897 Εἰ ἐνεκρώθητε ταύτῃ, φησὶ, τῇ ζωῇ, καὶ παντὶ ὁρωμένῳ καὶ σαρκικῷ. Τὸν γὰρ παρόντα βίον διὰ τῶν στοιχείων σημαίνει. Εἰ ἀπεθάνετε οὖν, φησὶ, τῷ αἰῶνι τούτῳ, τί πάλιν περὶ αὐτὸν στρέφεσθε, περὶ βρώματα, καὶ τὰ τοιαῦτα στρεφόμενοι; ταῦτα γὰρ, φησὶ, γαστρὶ δέδοται, καὶ εἰς φθορὰν χωρεῖ. Κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων· ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν ἐθελοθρησκείᾳ, καὶ ταπεινοφροσύνῃ, καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι, πρὸς πλησμονὴν τῆς σαρκός. Ἐντολὰς ἀνθρώπων, τὰς μυθικὰς διδασκαλίας τῶν Ἰουδαίων λέγει, ἢ καὶ ἐντολὰς σαρκικὰς αὐτὰς λέγει, μηδὲν ἐχούσας πνευματικόν. Τοῦτο γὰρ δηλοῖ τὸ, οὐ κατὰ Θεόν. Ἀφειδίαν δὲ σώματος, τὴν περιτομὴν λέγει.

ΚΕΦΑΛ. Γʹ. Εἰ συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ

Θεοῦ καθήμενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Ἐπεὶ οὖν, φησὶν, εἰς ἑτέραν ζωὴν ἀνέστητε τὴν οὐράνιον, τῶν κατὰ γῆν ἁπάντων δικαιωμάτων ἄνω γίνεσθε. Οὐ γὰρ δυνατὸν, ἀλλαχοῦ μὲν ἔχειν τὴν ζωὴν, τῆς δὲ ἑτέρωθι κειμένης ἔχειν τὰ νομοθετήματα· ἀλλὰ ἀργείτω μὲν τὰ περὶ σῶμα, ὡς τεθνηκότων ἡμῶν, ἐνεργείσθω δὲ τὰ πνεύματα καθὸ ζῆτε, καὶ ἀναμενέτω τὸ σῶμα τὴν καὶ αὐτῷ δοθησομένην ζωὴν, ἐπειδὰν ὁ τῆς ζωῆς ἡμῖν χορηγὸς ἐπιφανῇ Χριστὸς, ἔχων μὲν αὐτὴν ἐν τῷ ἰδίῳ σώματι, μεταδώσων δὲ αὐτῆς καὶ τοῖς ἡμετέροις· ἐπειδὰν καὶ αὐτὰ εἰς ζωὴν προαχθῆναι δέῃ, ζωὴν τὴν ἔνδοξον, ζωὴν τὴν μακαρίαν, πρὸς ἣν ἰδίαν οὖσαν Χριστοῦ, καὶ ἡμεῖς συσχηματιζόμεθα. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Ἡ τοῦ Παύλου παραίνεσις, νεκρότητα μὲν εἰσηγεῖται πρὸς τὴν κοσμικὴν ζωὴν τὴν παρεφθαρμένην, ζωὴν δὲ ἀντὶ ταύτης εἰσάγει τὴν οὐράνιον καὶ πνευματικήν· καὶ νεκρῶσαι μὲν τὰ μέλη προστάττει τὰ ἐπὶ τῆς γῆς, ὡς ἂν τῷ πνεύματι ἡμῶν ζωὴν καταλιπὼν κατὰ τὴν ἐν ἁγίῳ Πνεύματι πολιτείαν, ἀναγκαίαν δὲ τὴν νέκρωσιν τῆς ζωῆς ἀπο 95.900 δείκνυσι, τὸ μεμολυσμένον αὐτῆς ἐξηγούμενος, ἵνα μὴ τὴν ἐν σώματι ζωὴν πονηρὰν ὑπολάβωμεν, ὥσπερ Ἕλληνες ἡγοῦνται, ἀλλὰ τὴν τῆς ζωῆς παρατροπὴν, τὴν ἐν ἡδοναῖς, ἐν αἷς αἱ πορνεῖαι, καὶ ὅσαι ἰδέαι κακουργίας· ἀκαθαρσίαν, καὶ ἀσέλγειαν, καὶ πάθος, καὶ ἐπιθυμίαν κακὴν ὀνομάζει, καὶ τὴν πλεονεξίαν ἐπισυνάπτων, ὅτι δὴ ἀκολούθημα τῶν ἡδονῶν αἱ πλεονεξίαι, χρημάτων χορηγίαν ἐπιζητουσῶν ἡδονῶν. Εἰδωλολατρείαν δὲ καλεῖ τὴν πλεονεξίαν, ὅτι τῷ Θεῷ δουλεύειν καταλιπόντες, ἀντὶ Θεοῦ τοῖς χρήμασι δουλεύουσι. Πείθων οὖν μὴ διατρίβειν τοῖς τοιούτοις, τὴν ὀργὴν ἐπέρχεσθαί φησι δι' αὐτὰ ἐκ Θεοῦ τοῖς ἀπειθοῦσιν. Οὐ δέον οὖν, φησὶ, καὶ τοὺς πιστοὺς τοὺς καὶ τὴν