1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

149

ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Πάλιν ἐπὶ τὴν θεότητα ἀνατρέχει τοῦ μονογενοῦς, δεικνὺς αὐτὸν καὶ τῶν οὐρανῶν ποιητήν. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡς περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ὅμοιον ὡς εἰ λέγοι· Μὴ θορυβείτω σε, φησὶν, ὁ κατὰ σάρκα θάνατος· ἀνέστη γὰρ, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσι. Καὶ οὐρανοὶ μὲν, ἅτε ὄντες κτιστοὶ, παλαιωθήσονται, ἵνα καὶ τοῦ καινισμοῦ τύχωσιν· αὐτὸς δὲ τοῦτο αὐτοῖς χαριεῖται, ὅτι δὴ καὶ μένει ὃ ἦν, τουτέστι Θεός. Καὶ τοῦτο δηλοῖ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. 95.936 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Πάλιν τὸ, κάθου, διὰ τὸ τῆς οἰκονομίας μυστήριον λέλεκται, ἵνα μάθωμεν, ὡς καὶ ταπεινώσας ἑαυτὸν, καὶ γενόμενος ἄνθρωπος, πάλιν ἐστὶ Θεὸς, καὶ ἐν τοῖς οἰκείοις ὑψώμασιν. Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Ὅρα πόσον πρὸς αὐτὸν τῶν ἀγγέλων τὸ μέσον, ὅπου γε, ὁ μὲν κάθηται ἄνω, οἱ δὲ λειτουργοῦσιν αὐτῷ κάτω. Ἅμα δὲ εἰς διακονίαν ἀποστέλλεσθαι τοὺς ἀγγέλους εἰπὼν, ἀνεκτήσατο τοὺς ἀπειρηκότας ἐν τοῖς πειρασμοῖς, εἴ γε ἄγγελοι αὐτῶν ἐπὶ σωτηρίᾳ ἀποστέλλονται. Ὅτι δὲ βαρηθέντες ἦσαν σφόδρα τοῖς πειρασμοῖς, αὐτὸς ἐν τοῖς ἑξῆς τῆς ἐπιστολῆς ἐδήλωσεν, εἰπών· Οὕτω μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικατέστητε καὶ ἤδη ἐκλέλυσθε.

ΚΕΦΑΛ. Βʹ. ∆ιὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε

παραῤῥυῶμεν. ∆ιὰ τοῦτο. Ποῖον, ἢ τὸ πολὺ εἶναι τὸ μέσον τῆς τε νομικῆς καὶ εὐαγγελικῆς πολιτείας; Καὶ τοῦτο ἐκ τῆς κατασκευῆς δῆλον τῆς ἐπιφερομένης. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Σύγκρισις μὲν τὸ ὅλον, κατασκευὴ δὲ τοῦ μᾶλλον τιμωρεῖσθαι τοὺς τὸν εὐαγγελικὸν παραβαίνοντας νόμον. Εἰ γὰρ τὸ ἧττον, φησὶ, παραβαινόμενον, οὐκ ἀτιμωρήτους ἐᾷ τοὺς παραβαίνοντας, πόσῳ μᾶλλον εἰ τὸ κρεῖσσον παραβαθείη, οὐχ ὑπεύθυνον κολάσει πικρᾷ ποιήσει τὸν παραβαίνοντα; Τὸ δὲ δι' ἀγγέλων λαληθεὶς, σημαίνει, ὡς ὑπηρέτουν Θεῷ ἄγγελοι διδόντι τὸν νόμον. Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ὑμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις, καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, Ἔτι τῆς συγκρίσεως ὁ λόγος ἐστί. Λέγει δὲ, ὡς τῆς εὐαγγελικῆς διδασκαλίας ὁ Κύριος αὐτὸς ἤρξατο· εἶτα οἱ αὐτοὶ τοῦ Κυρίου ἀκούσαντες, ἡμᾶς εἰς ταύτην ἐβεβαίωσαν, συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ Θεοῦ δι' ἐκείνων τῶν θαυμάτων, ὧν κηρύττοντες ἐπετέλουν. Καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Ἄλλῳ, φησὶ, δέδωκε χάρισμα τὸ Πνεῦμα τὸ ἅγιον, τῷ μὲν προφητείαν, τῷ δὲ γλῶσσαν, τῷ δ' χαρίσματα ἰαμάτων, ἄλλῳ ἄλλο τι τῶν χαρισμάτων. 95.937 Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. ∆ιὰ τοῦτο προσέθηκε, περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἑτέραν τινὰ οἰκουμένην ζητεῖν δῷ τῷ ἀκροατῇ. Πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ; ὅτι τοῦτο ἔθος τῇ θείᾳ Γραφῇ ὥσπερ καὶ ἑτέρωθί φησι, Ὅς ἐστι τύπος τοῦ μέλλοντος, περὶ τοῦ Ἀδὰμ, καὶ τοῦ Χριστοῦ λέγων. Ταύτην οὖν οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ. ∆ιεμαρτύρατο δέ πού τις λέγων· Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Ἀόριστον τὴν μαρτυρίαν εἰσάγει, τῷ, τὶς, εἰπεῖν, λέγων. Ὡς πρὸς εἰδότας γὰρ διαλέγεται. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Ἵνα μὴ