1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

21

Ταῦτα λέγει, τὴν πολλὴν δηλῶν περὶ ἡμᾶς τοῦ Πνεύματος πρόνοιαν, καὶ παιδεύων μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. Ἵνα δὲ μὴ αἰσχύνηται τὴν ἄγνοιαν ὁ μαθητὴς, κοινὸν αὐτὸ πεποίηκεν, εἰπών· οὐκ οἴδαμεν. «Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις.» Ἀσαφὲς τὸ εἰρημένον, διὰ τὸ πολλὰ τῶν τότε γινομένων θαυμάτων πεπαῦσθαι νῦν. ∆ιὸ ἀναγκαῖον ταῦτα εἰπεῖν. Τίς οὖν τότε κατάστασις ἦν; ∆ιάφορα τοῖς τότε βαπτιζομένοις ἐδίδου χαρίσματα ὁ Θεὸς, ἃ δὴ καὶ πνεύματα ἐκαλεῖτο. Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται. Καὶ ὁ μὲν εἶχεν προφητείας χάρισμα, καὶ προέλεγεν τὰ μέλλοντα· ὁ δὲ σοφίας καὶ ἐδίδασκεν τοὺς πολλούς· ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάμεων, καὶ ἔγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων καὶ εὐχῆς χάρισμα ἦν, ὃ καὶ αὐτὸ πνεῦμα ἐλέγετο, καὶ τοῦτο ἔχων ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. Ἐπειδὴ γὰρ πολλὰ τῶν συμφερόντων ἡμεῖς ἀγνοοῦντες, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε· καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκκλησίας ἁπάσης, αὐτός τε ὑπὲρ πάντων ἵστατο αὐτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευεν. Τὸ πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τὸ χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ, καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστῶς μετὰ πολλῆς τῆς κατανύξεως καὶ μετὰ πολλῶν στεναγμῶν τῶν κατὰ διάνοιαν, τῷ Θεῷ προσπίπτων τὰ συμφέροντα πᾶσιν ᾔτει. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Ἵνα μάθῃς, ὅτι λόγος ἦν περὶ ἀνθρώπου πνευματικοῦ καὶ χάρισμα ἔχοντος εὐχῆς, καὶ οὐ περὶ τοῦ Παρακλήτου, ἐπήγαγε τὸ, Ὁ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Οὐκ ἀγνοοῦντα διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ταῦτα, ἃ χρὴ καὶ αἰτεῖν παρὰ Θεῷ, τὰ δοκοῦντα αὐτῷ. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.» Καὶ τὰ δοκοῦντα εἶναι λυπηρά φησιν, εἰ ἐπάγοιτο ἡμῖν διὰ Θεὸν, εἰς ἀγαθὸν ἡμῖν ἐκτελευτήσει πέρας. Τοῦτο ἐποίησε καὶ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, καὶ ἐπὶ τῶν ἀποστόλων. «Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.» Πρόθεσιν ἐνταῦθά φησιν, ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷς, ἐπεὶ ἀντέπιπτε· καὶ τί μὴ πάντες ἐσώθησαν, «Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους 95.512 τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν.» Ἔδειξε τὸ ἀξίωμα, ὡς ἄνωθεν ὁ Θεὸς πρὸς αὐτοὺς διέκειτο. «Καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν.» ∆ιὰ λουτροῦ παλιγγενεσίας. «Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.» ∆ιὰ τῶν χαρισμάτων, διὰ τῆς υἱοθεσίας. «Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ, οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» Εἰ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσι, φησὶν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἔχοιεν εἰπεῖν. Οἷον τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο, καὶ ἅπερ ἐνόμιζες εἶναι σκυθρωπὰ, τὸν σταυρὸν, τὰς μάστιγας, τὰ δεσμὰ, ταῦτά ἐστιν ἃ τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;» Ἐνταῦθα πρὸς τοὺς λέγοντας ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ, καὶ ἀπιστοῦντας τῇ ἀθρόᾳ μεταβολῇ, ἀποτείνεται. Εὖ δὲ, τὸ μὴ εἰπεῖν, τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ; Μηδὲ κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, κατὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Ἡ γὰρ ἐκλογὴ, ἀρετῆς ἐστι σημεῖον. «Ὁ Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ ἀποθανὼν, μᾶλλον δὲ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ.» Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικαστοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος ἄξιος ὁ κατηγορῶν; Οὐκοῦν μηδὲ τοὺς πειρασμοὺς φοβώμεθα· ὑπὲρ γὰρ ἡμῶν ἐστιν