1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

170

καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἅνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν Ἐπειδὴ τότε μάλιστα ἐδιώκοντο, φησὶν εὔχεσθαι ὑπὲρ αὐτῶν, ἵνα διδάσκῃ μὴ μισεῖν αὐτούς. Τοῦτο λέγων, ὃ προσέταξεν ὁ Κύριος λέγων, Προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. ∆ιὸ καὶ ἐπήγαγεν· Τοῦτο καλὸν καὶ ἀπόδεκτον. Ἀντίλυτρον ὑπὲρ πάντων· τὸ μαρτύριον, Ἔμελλεν, φησὶ, τιμωρεῖσθαι αὐτοὺς ὑπὲρ τῶν ἁμαρτημάτων, ἀλλ' ἀντ' ἐκείνων τὸν ἑαυτοῦ ἔδωκεν Υἱόν. Καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν, ἐν πίστει καὶ ἀληθείᾳ. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας Τουτέστι, προσηκόντως. Ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. ∆είκνυσιν, ὡς διὰ τῆς θυσίας τοῦ Χριστοῦ ἅπας τῆς οἰκουμένης τόπος γέγονεν Ἱερουσαλήμ. Ὁσίους δὲ χεῖρας λέγει, διδάσκων αὐτοὺς πάσης, ὡς εἰπεῖν, καθαρεύειν ἁμαρτίας. Τὸ δὲ, χωρὶς ὀργῆς, τουτέστιν ἀμνησικάκους ὄντας. Τὸ δὲ, διαλογισμῶν, τὸ ἀμφίβολον ἀναιροῦντός ἐστι, καὶ τὸ διστάζοντος, εἰ ἄρα λάβοιεν ἃ αἰτοῦσι παρὰ Θεοῦ. Ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ ἐν χρυσῷ, ἢ μαργαρίταις, ἢ 95.1005 ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν, ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Τουτέστι, πανταχόθεν περιστέλλεσθαι καλῶς, ὅπερ ἐστὶ πολλοῦ φόβου σημαντικόν. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα. Βουλόμενος αὐτῶν περικόψαι τὴν ἀφορμὴν τῆς λαλιᾶς, οὐδὲ διδάσκειν αὐτὰς ἐπιτρέπει. Καὶ τοῦτο γὰρ κοσμιότης ἐστὶ, περὶ ἧς καὶ διελέγετο, μηδὲ λαλεῖν ὅλως. Ἅμα δὲ καὶ τὴν αἰτίαν τίθησιν, ἐπειδὴ ἅπαξ ἐδίδαξε, καὶ τὸν ἄνδρα κατέστρεψεν, καὶ τῇ παρακοῇ ὑπεύθυνον ἐποίησεν. Καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Πρὸς σύγκρισιν τῆς γυναικὸς, φησὶν αὐτὸν μὴ ἠπατῆσθαι· πάλιν δὲ οὐ περὶ Ἀδὰμ εἴρηται, Εἶδε τὸ ξύλον ὅτι καὶ καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικός. Καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθείς.

ΚΕΦΑΛ. Γʹ. Πιστὸς ὁ λόγος. Ὅμοιον ὡς εἰ λέγοι· Μὴ κατηφεῖς γένησθε, ὅτι τὸ γένος ὑμῶν

διαβέβληται. Ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν, ὥστε μὴ μόνον δι' ἑαυτῶν, ἀλλὰ καὶ δι' ἑτέρων σώζεσθαι. Σώζονται γὰρ, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Θεῷ. Καὶ ὅτι τοῦτο σώζει, ἐπήγαγε, Πιστὸς ὁ λόγος, μονονουχὶ λέγων, Μηδεὶς ἀπιστείτω, φησί· διὰ τῆς τεκνογονίας σώζονται· οὐ γάρ ἐστι τοῦτο μικρὸν, τὸ τὰ δοθέντα παιδία παρ' αὐτοῦ, ταῦτα αὐτῷ ἀναθεῖναι. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ∆εῖ οὖν τὸν ἐπίσκοπον Οὐκ ἐγκαλῶ, φησί· προστασίας γὰρ ἔργον ἐστὶ, εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν, ὥστε μὴ τῆς ἀρχῆς, καὶ τῆς ἀπ' αὐτῆς τιμῆς ἐφίεσθαι μόνον. Ἀλλὰ καὶ τῆς προστασίας οὐκ ἐγκαλῶ· ἐπεὶ καὶ Μωϋσῆς ἐξ ἀρχῆς τοῦτον ἔσχε τὸν ζῆλον, τοῦ ἐπισκοπεῖν τοὺς ἀδελφοὺς αὐτοῦ. Ἀνεπίληπτον εἶναι, ∆ιὰ μιᾶς λέξεως πᾶσαν αὐτὸν ἀρετὴν ἔχειν προσέταξε. Μιᾶς γυναικὸς ἄνδρα, νηφαλέον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, Ἵνα μὴ τοῦτο ἐμπόδιον γένηται τοῖς ἤδη ἐσχηκόσι γαμετὰς, ἢ καὶ πρὸς ἀντιδιαστολὴν τῶν παρὰ Ἰου 95.1008 δαίοις διδασκάλων, οἷς ἐξῆν καὶ δύο ἔχειν, ὅπερ καὶ ἁρμόζει μᾶλλον. Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; ∆εῖ γὰρ αὐτὸν οἴκοθεν παρασχέσθαι τὰ παραδείγματα, ὡς καλῶς δυνήσεται τὰ κατὰ