1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

82

σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ τοῖς παροῦσι πράγμασι προσηλωμένος, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέναι δύναται, καὶ πλανᾶσθαι ὅπου βούλεται. Ὁ δὲ ὑπὸ τοῦ Πνεύματος ἀγόμενος, οὐ τῆς ἑαυτοῦ γνώμης πανταχοῦ δύναται κύριος εἶναι, τῆς ἐκεῖθεν ἐξουσίας ἐξαρτήσας αὐτὴν, ἀλλ' ὅπου ἂν ἐκεῖνο βούληται, ἄγεται, δεσποτικοῖς παλαίσμασι χρώμενος. Τοῦτο οὖν φησιν, ὅτι Οὐκ εἰμὶ τῆς τοῦ Πνεύματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλομαι. Καὶ γὰρ ὑπόκειμαι τῷ ἐπιτάγματι τοῦ Παρακλήτου, καὶ ἐπιτάττομαι. ∆ιὰ τοῦτο οὐκ ἠδυνήθην ἐλθεῖν, οὐ γὰρ ἔδοξε τῷ Πνεύματι. Τοῦτο δὲ καὶ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων γέγραπται. Ἀλλαχοῦ γὰρ Προαιρούμενον ἐλθεῖν, τὸ Πνεῦμα ἀλλαχοῦ βαδίζειν ἐκέλευσεν. Ὥστε οὐ τῆς ἐμῆς ἐλαφρίας, τουτέστιν, οὔτε τῆς κουφότητος τὸ μὴ ἐλθεῖν, ἀλλὰ τὸ, τῷ Πνεύματι ὑποκείμενον, ἐκείνῳ πείθεσθαι. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ, καὶ, Οὔ. Ἀντίθεσιν ἀνακύπτουσαν λύει. Εἰ οὐκ ἔστι, φησὶ, παρὰ σοὶ τὸ Ναὶ, καὶ, Οὒ, ἀλλὰ ἃ νῦν λέγεις, ἀνατρέπεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆς ἐπιδημίας τῆς σῆς ἐποίησας, οὐαὶ ἡμῖν μή ποτε καὶ ἐν τῷ κηρύγματι τοῦτο γέγονεν. Ἵνα οὖν μὴ ταῦτα ἐννοοῦντες πράττωνται, φησὶν ὅτι οὐκ ἐπὶ τοῦ κηρύγματος οὕτως ἐγένετο. Τὰ μὲν γὰρ ἀνθρώπινα οἴονται δια 95.713 ψευσθῆναι, τὰ δὲ τοῦ Θεοῦ οὐχ οὕτως. ∆ιό φησι· Πιστὸς ὁ Θεὸς, τουτέστιν ἀληθής. Μὴ τοίνυν ὑπόπτευε τὰ ἐκείνου οὕτως· οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον. Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ, καὶ, οὔ. Ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν ποῖον λόγον φησί. Τὸ δὲ, ναὶ, καὶ, οὐ, τοῦτο σημαίνει. Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι. Οὐδὲ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας ἐστίν. Ἀλλὰ, ναὶ, ἐν αὐτῷ γέγονε. Τουτέστιν ὅπερ εἶπον, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τῷ ναί· διὸ καὶ δι' αὐτοῦ τὸ, ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τοῦτό φησι, διὰ τὸ πολλὰ τὸ κήρυγμα ὑπισχνεῖσθαι, καὶ αὐτοὺς τὰ πολλὰ ταῦτα ἐπαγγέλλεσθαι, καὶ κηρύττειν. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἄθλων, καὶ περὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν φησὶν ἀκινήτους. Οὐ γὰρ ἐγένετο ἐν αὐτοῖς ναὶ καὶ οὐ, τουτέστιν, οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ' ἀεὶ ἀληθῆ. Εἰ δὲ ἃ ὑπέσχετο, βέβαια, πολλῷ μᾶλλον αὐτὸς, καὶ ὁ περὶ αὐτοῦ λόγος. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς Θεὸς, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν. Τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν, πῶς τὰ μέλλοντα οὐ δίδωσι; Τὸ δὲ χρίσας ἡμᾶς καὶ σφραγισάμενος, τὴν τοῦ Πνεύματος δωρεὰν σημαίνει. Ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον· οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλ' ὅτι συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Τῇ γὰρ πίστει ἑστήκατε.

ΚΕΦΑΛ. Βʹ. Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. Εἰ γὰρ ἐγὼ

λυπῶ ὑμᾶς. Βέλτιον γὰρ ἐνόμισα ἐνδοῦναι εἰς τὸ μετανοῆσαι, φησὶν, ἢ παρὼν ἐπεξελθεῖν καὶ παροξυνθῆναι μειζόνως. Καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Εἰ καὶ ἐν λύπῃ, φησὶν, ἔμελλον εἶναι, ἀναγκαζόμενος ὑμῖν ἐπιτιμᾷν καὶ ὁρᾷν λυπουμένους, ἀλλ' ὅμως καὶ δι' αὐτὸ τοῦτο εὐφραίνομαι. Μεγίστης γὰρ 95.716 τοῦτο ἀγάπης τεκμήριον, τὸ τοσούτου παρ' ὑμῖν ἄξιον εἶναί με, ὡς δύνασθαι δάκνειν ὑμᾶς ἀποστρεφόμενον. Καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν λύπην ἔχω, ἀφ' ὧν ἔδει με χαίρειν· πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.