1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

146

Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Οὐ μόνον τὴν παρουσίαν τοῦ Ἀντιχρίστου ἐδίδαξεν, ἀλλὰ καὶ τὸν θάνατον αὐτοῦ, οὕτως καὶ ἀπὸ τῶν πρώτων, καὶ ἀπὸ τῶν ὑστέρων διδάσκων αὐτὸν εἶναι ψευδῆ. Ἡ παρουσία μὲν γὰρ αὐτοῦ κατ' ἐνέργειαν τοῦ Σατανᾶ, καὶ τὸ τέλος δὲ, καὶ ἡ κατάργησις αὐτοῦ, καὶ ἡ ἀπώλεια, διὰ τῆς παρουσίας γίνεται τοῦ Κυρίου. Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Τοῦτο γὰρ αὐτοῖς τοῖς Ἰουδαίοις καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἕτερος ἥξει ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε. Τὸ δὲ, ἀποστελεῖ αὐτοῖς ὁ Θεὸς, συγχωρήσει ἀποσταλῆναι· ὁποῖόν ἐστι καὶ τὸ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ' ἀρχῆς εἰς σωτηρίαν, ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 95.925 ∆ιεξελθὼν τὰ περὶ τῶν ἀπιστησάντων Ἰουδαίων, καὶ διδάξας ὁποῖον αὐτῶν ἔσται τέλος (Ἵνα γὰρ κριθῶσι, φησὶ), διεξέρχεται καὶ τὰ τῶν πιστευσάντων, ὧν καὶ τὸ προοίμιον εὐχαριστία, καὶ ἐπὶ τῇ εὐχαριστίᾳ λέγει· πρῶτον μὲν, ὅτι ἠγαπήθησαν ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἐξελέξατο αὐτοὺς ὥσπερ ἀπαρχὴν εἰς σωτηρίαν, καὶ ὅτι ἡγίασεν, καὶ ὅτι Πνεύματος ἁγίου ἠξίωσεν. Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς ἡμῶν. Ἀναγκαῖον, φησὶ, τοὺς περὶ τοσούτων καυχωμένους ἑστάναι βεβαίως. Οὗτος δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ. Ὅρα πῶς πάλιν ἐπικουφίζει αὐτῶν τὰς θλίψεις, τὴν παράκλησιν αὐτοῖς ἐλθεῖν εὐχόμενος.

ΚΕΦΑΛ. Γʹ. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ,

καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων. Οὐ γὰρ πάντων ἡ πίστις. Τὸ ἴσον ἀνταπαιτεῖ· εὐχόμενος ὑπὲρ αὐτῶν, εὔχεσθαι προστάττει, καὶ ὑπὲρ αὐτοῦ. Αὕτη δὲ ἡ ὑπὲρ αὐτοῦ προσευχὴ, τὸ προκόπτειν δι' αὐτοῦ τὸ κήρυγμα. Οὕτως ἄρα δεῖ με αἰτεῖν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὔχεσθαι, ἵνα ἐν τοῖς κατὰ Θεὸν προκόπτωμεν, ὡς τά γε ἄλλα πάντα περιττὰ, καὶ οὐ πάντως χρήσιμα, κἂν ὑγείαν εἴπῃς, κἂν εἰρήνην, κἂν ὁτιοῦν τῶν ἐκτός. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Τοῦτο ὅπερ ᾔτησε αὐτοὺς ὑπὲρ αὐτοῦ εὔξασθαι, καὶ αὐτὸς ὑπὲρ αὐτῶν εὔχεται. Ἤτησε δὲ, ἵνα ῥυσθῇ ἐκ τῶν ἀτόπων ἀνθρώπων τῶν ἀντικειμένων τῇ πίστει. Τοῦτο οὖν καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται, φυλαχθῆναι ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε. Οὐ χρείαν ἔχειν αὐτούς φησι, τῶν λοιπῶν παραινέσεων· Ἤδη γὰρ, φησὶν, αὐτὰς ἐπεδείξατε διὰ τῶν ἔργων· καὶ οὐκ ἀρκεῖσθε ἐπὶ τοῖς γεγονόσιν, ἀλλὰ καὶ μετὰ ταῦτα προσθήσετε. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Συνεχὴς ἡ προσευχὴ, ἐπειδὴ καὶ περὶ μεγάλων γίνεται. Τοῦτο δέ ἐστι, τὸ ἀγαπῆσαι τὸν Θεὸν, καὶ ὑπομεῖναι ταῖς ὑπὲρ Χριστοῦ θλίψεσι, καὶ συνάψαι τῇ ἀγάπῃ τὴν ὑπομονὴν, μᾶλλον δὲ σφραγίσαι τὴν ἀγάπην τῇ ὑπομονῇ· ὡς εἰ ἀγαπῶμεν, οὐχ ὑπομένομεν δὲ, καὶ ἡ ἀγάπη διαλύεται. Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου