1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

156

ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. 95.957 Μιμηταὶ δὲ τῶν διὰ πίστεως, καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. Ἵνα μὴ νομίσωσιν, ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ' εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστιν. Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων. Καθαψάμενος αὐτῶν, γενναίως πάλιν εἰς ἐλπίδας φέρει, ὅτι πάντων ἐπιτεύξονται τῶν ἐλπιζομένων. Προστίθησι δὲ τοὺς μισθοὺς, ἵνα μὴ ἀποκάμωσι πρὸς τοὺς καμάτους, καὶ πιστοῦται τοῦτο ἐκ παραδειγμάτων. Ἔχων δὲ πολλοὺς εἰπεῖν, Ἀβραὰμ εἰς μέσον ἄγει, διὰ τὸ ἀξίωμα τοῦ προσώπου. Εἰ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Λεληθότως ἀναμιμνήσκει αὐτοὺς τῶν ὅρκων τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν. Ἀμὴν, ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες. Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις διακόπτεται ἐπαγγελία δι' ὀλιγοψυχίαν. Τουτέστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον. ∆εῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν καὶ πίστεως. Ἐὰν γὰρ εἴπῃ, ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; Κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν. Ἀπὸ τούτων, φησὶ, τὰ μέλλοντα στοχαζόμεθα. Εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα. Ὥστε τὰ πρὸς Ἀβραὰμ γινόμενα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. Καὶ εἰσερχομένην. Ἐν τῷ κόσμῳ ἔτι ὄντας, δείκνυσιν ἐν τοῖς ἐπηγγελμένοις διὰ τῆς ἐλπίδος· καὶ οὐκ εἶπεν, ἡμεῖς ἐσμεν ἔνδον, ἀλλὰ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Ἀντὶ τοῦ, εἰς τὸν οὐρανόν. Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ. Εὔκαιρος ἡ τοῦ προδρόμου ὀνομασία, ὡς καὶ ἡμῶν ὀφειλόντων λαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρόμου καὶ τῶν ἑπομένων τὸ μέσον. Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἰδοὺ καὶ ἑτέρα παράκλησις, εἴ γε ἄνω ὁ ἱερεὺς ἡμῶν, καὶ πολὺ βελτίων τοῦ παρὰ Ἰουδαίοις.

ΚΕΦΑΛ. Ζʹ. Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὁ

συναντήσας Ἀβραάμ. Πολλαχοῦ τὴν σύγκρισιν ποιεῖται τῆς Παλαιᾶς καὶ τῆς Καινῆς. Ὅρα οὖν πάλιν καὶ ἐντεῦθεν δεικνύντα, ὅτι ὁ τύπος τῆς ἱερωσύνης Χριστοῦ, τουτέστιν ὁ Μελχισεδὲκ, πολὺ βελτίων ἦν τῶν κατὰ νόμον ἱερέων. Καὶ ὅρα πῶς αὔξει, πρῶτον μὲν ἀπὸ τοῦ ὀνόματος· ὁ γὰρ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης ἑρμηνεύεται· ἔπειτα καὶ ἀπὸ τοῦ τρόπου, ὅτι ἀπάτωρ καὶ ἀμήτωρ. Ὁ τοιοῦτος γὰρ ὁ Μελχισεδὲκ, μὴ γενεαλογούμενος, ἄγνωστος ἡμῖν καὶ τίνος πατρὸς, καὶ οἵας μητρὸς, καὶ πόθεν ἔσχεν τὴν ἀρχὴν, καὶ οἷον ἔχει τὸ τέλος. Οὐδὲν γὰρ περὶ αὐτοῦ γενεαλογεῖ ἡ Γραφὴ, ὥσπερ ἐπὶ τῶν ἄλλων. Εἰ τοίνυν ὁ τύπος τοσοῦτος, πόσῳ μᾶλλον ἡ ἀλήθεια, τουτέστιν ὁ Χριστός. Ὅτι δὲ τύπος ἦν αὐτοῦ ὁ Μελχισεδὲκ, ἔδειξε μὲν καὶ ἡ ὁρκωμοσία ἡ πρὸς αὐτόν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἔπειτα ἐκ τοῦ ὀνόματος· τίς γὰρ βασιλεὺς δικαιοσύνης, ἢ ὁ Κύριος ἡμῶν; Αὐτὸς γάρ ἐστι καὶ Βασιλεὺς εἰρήνης· εἰρηνοποίησε γὰρ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Αὐτὸς καὶ ἀπάτωρ, καὶ ἀμήτωρ· ἄνω μὲν ἀμήτωρ, κάτω δὲ ἀπάτωρ. Αὐτὸς καὶ μὴ γενεαλογούμενος· Τὴν δὲ γενεὰν γὰρ αὐτοῦ, φησὶ, τίς ἔγνω; Οὐ γὰρ δυνατὸν αὐτοῦ τὴν ἄνω γέννησιν ἐξειπεῖν. Αὐτὸς καὶ εἰς τοὺς αἰῶνάς ἐστιν· τουτέστιν, οὐκ ἔχει