1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

59

καὶ εἰς τὸ μέλος τελοῦσιν οἱ τυπτόμενοι. Τρίτῳ δὲ, ὅτι ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰκείας ᾠκοδόμησε σφαγῆς, τοῦτο καθαιροῦσι. «∆ιόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίζω.» Τοῦτο ἀρίστου διδασκάλου, τὸ δι' ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, εἴτε δικαίως, εἴτε ἀδίκως, ἀλλ', ὁπωσοῦν.

ΚΕΦΑΛ. Θʹ. «Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος;» Ἵνα μή τις λέγῃ· Κομπάζεις εἰκῆ·

δεῖξον διὰ τῶν ἔργων τίνος κατεφρόνησας, ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν εἰς τὴν ἀπόδειξιν τούτων ἐλθεῖν. Ὁ δὲ νοῦς οὗτος αὐτῷ· τί χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων, φησί; τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύσσοντας ἐκ τῶν μαθητευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα, ἀλλ' εἱλόμην λιμῷ μᾶλλον καταλῦσαι τὸν βίον, ἢ λαβεῖν τι παρὰ τῶν κατηχουμένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔμελλον, ἀλλ' ἐπειδὴ οἰκονομεῖσθαι αὐτοὺς ἠβουλόμην. Καὶ ἵνα μή τις λέγῃ, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ μὴ ἐξὸν ἦν, οὐκ ἔλαβες. 95.636 ∆ιὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας δι' ἃς εὐλόγως ἀνέλαβεν, εἴπερ ἐβούλετο λαβεῖν. Εἶτα, ἵνα μὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα λέγειν· καὶ γὰρ ἐλάμβανον ἐκεῖνοι πρότερον· δείκνυσιν ὅτι ἐξῆν ἐκείνοις λαμβάνειν. Εἶτα πάλιν, ἵνα μή τις εἴποι ὅτι Πέτρῳ μὲν ἐξῆν, σοὶ δὲ οὐκ ἐξῆν, προλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ, δι' ἀνάγκην ταῦτα ποιῶν. «Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.» Ἵνα μή τις πάλιν λέγῃ· Ἀλλ' ἔχουσι πλέον ἐκεῖνοι, τὸ μετὰ Χριστοῦ γενέσθαι· οὐ μικρὸν γὰρ καὶ τοῦτο ἀξίωμα ἦν κατὰ τὸ λεχθέν· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· εἶπεν· Οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑώρακα; Καὶ ἵνα μή τις εἴπῃ· Οὐδὲν ἐπεδείξω ἀποστόλου ἔργον, διὰ τοῦτό φησι· Τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ. Καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, τὸ, ἐν Κυρίῳ, προστίθησι, τουτέστι τοῦ Θεοῦ τὸ ἔργον ἐστὶν, οὐκ ἐμόν. «Ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ· ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη· Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς οἱ λοιποὶ ἀπόστολοι, καὶ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;» Τουτέστιν ἡ ἀπόδειξις· κἂν βούληταί τις μαθεῖν, πόθεν ἀπόστολός εἰμι, ὑμᾶς προβάλλομαι. Πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην. Κατευνάζοντες δὲ ταῖς ἐπιεικείαις τὰς σωματικὰς ἡδονὰς, καὶ τὸ τῆς φιλοσαρκίας ἀπαμβλύνοντες κέντρον, ὀλιγοσιτεῖν εἰθίσμεθα, καὶ τὸ τρυφᾷν οὐ τῶν ἀρίστων εἶναί φαμεν. «Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τῶν καρπῶν αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;» Ἐπειδὴ ὅπερ ἦν ἰσχυρώτατον, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται, καὶ τὴν κοινὴν συνήθειαν ἐκ τούτων πάλιν τῶν λόγων ἰσχυροποιῶν. «Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λαλεῖ; Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι' ἡμᾶς πάντως λέγει; ∆ι' ἡμᾶς γὰρ ἐγράφη.» 95.637 Μὴ ἐξ ἀνθρωπίνων μόνον παραδειγμάτων ἰσχυρίζομαι; «Ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, οὐ μᾶλλον ἡμεῖς;» Τῆς μελλούσης λέγει. «Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δίδωμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Τουτέστιν, οὐκ ἐλάβομεν. «Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν;» Ἀπὸ τοῦ νόμου τὸ ἔχειν