1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

72

λέγεται. «Χρηστεύεται ἡ ἀγάπη.» Ἐπειδὴ ἔστι μακροθυμεῖν καὶ ἐπὶ τὸ διαῤῥῆξαι τὸν ἐναντίον ἀποκρίσεως μὴ τυγχάνοντα, τούτου χάριν, φησὶ, χρηστεύεται. Ὅμοιον δὲ ὡς εἰ λέγοι, Οὐκ ἐπὶ τῷ πλῆξαι τὸν ἐναντίον, ἀλλ' ἐπὶ τῷ καταπραῦναι. «Οὐ ζηλοῖ ἡ ἀγάπη.» Ἐπειδὴ ἔστι καὶ μακρόθυμον εἶναι καὶ βάσκανον. Καὶ τοῦτο ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα «Οὐ περπερεύεται.» Τουτέστιν, οὐ προπετεύεται. Καὶ γὰρ συνετὸν ἐργάζεται, καὶ βαρὺν, καὶ βεβηκότα. «Οὐ φυσιοῦται.» Οὐ φρονεῖ μέγα, φησὶν, ἐπὶ τοῖς κατορθώμασιν, οὐδὲ εἰς ὕβριν ἐπαίρεται. «Οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς.» Τὰ μεγάλα, φησὶ, ἀδικούμενοι καὶ ὑβριζόμενοι, οὐκ ἀσχημοσύνην τὸ πρᾶγμα ἡγοῦνται. «Οὐ παροξύνεται, οὐ λογίζεται, τὸ κακόν.» Ὅρα πάλιν τὴν ἀγάπην οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ' οὐδὲ ἀφεῖσαν αὐτὴν συστῆναι τὴν ἀρχήν. Καὶ οὐκ εἶπεν, Ἐργάζεται τὸ κακὸν, ἀλλ', οὐδὲ λογίζεται «Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ.» Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσι. «Συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει.» Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν. «Πάντα ἐλπίζει.» Πάντα χρηστὰ, φησίν· οὐκ ἀπογινώσκει τοῦ ἀγαπωμένου. «Πάντα ὑπομένει.» Οὐχ ἁπλῶς ἐλπίζει, ἀλλὰ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν. «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Τουτέστιν, οὐ διαλύεται, οὐ διακόπτεται. «Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται.» Εἰ γὰρ ἀμφότερα ταῦτα ἕνεκεν τῆς πίστεως εἰσενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, ἀργεῖ τούτων ἡ χρεία λοιπόν. Ἀλλ' οὐδὲ τὸ ἀγαπᾷν ἀλλήλους παύσεται, ἀλλὰ καὶ ἐπικρατήσει μειζόνως, καὶ ἐνταῦθα, καὶ εἰς τὸν μέλλοντα. «Εἴτε γνώσεις καταργηθήσονται. Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον.» Καὶ ποία γνῶσις καταργεῖται; ἡ μερική. Ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, φησὶ, τὸ ἐκ μέρους καταργηθήσεται. Ὅρα δὲ ὡς ἐπὶ ὑποδείγματος τὸν λόγον. Ἐσφάζετο πρόβατον, ἐχρίοντο τῷ αἵματι αἱ πύλαι, ἀλλὰ αὕτη ἡ γνῶσις, ἐλθόντος τοῦ Υἱοῦ 95.680 τοῦ Θεοῦ, τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ, καὶ σφαγέντος, ἀργεῖ. «Τὸ ἐκ μέρους καταργηθήσεται. Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος. Ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου, ὡς ἐν αἰνίγματι.» Ἀντὶ τοῦ, πέρας ἥξει, καὶ στήσεται. «Τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Ἄρτι γινώσκω ἐκ μέρους. τότε δὲ ἐπιγινώσκομαι καθὼς καὶ ἐπεγνώσθην. Νῦν δὲ μένει.» Ἀντὶ τοῦ σαφέστερον καὶ τρανότερον. «Πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.» Ἡ μὲν πίστις καὶ ἐλπὶς, τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων ἀγαθῶν παραγινομένων, παύεται. Ἡ δὲ ἀγάπη τότε μέγα ἐπαίρεται, καὶ γίνεται σφοδροτέρα.

ΚΕΦΑΛ. Ι∆ʹ. «∆ιώκετε τὴν ἀγάπην.» Καὶ γὰρ δρόμου σφόδρα ἡμῖν εἰς αὐτὴν χρεία.

«Ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.» Ἵνα μή τις νομίζῃ, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγεν λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, τούτου χάριν ἐπήγαγε, λέγων· Ζηλοῦτε τὰ πνευματικά· σύγκρισιν δὲ ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον, οὔτε σφόδρα ὠφέλιμον καθ' ἑαυτὸ δεικνύς. «Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· πνεύματι δὲ λαλεῖ μυστήρια. Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ.» Τὸ μὲν λαλεῖν τῷ Θεῷ, μέγα δείκνυσιν, τὸ δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν, μικρόν. Τοῦτο γὰρ πανταχοῦ ζητεῖ, τὴν οἰκοδομὴν τῶν πολλῶν. «Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσαις.» Ἵνα μὴ νομίσωσιν ὅτι βασκαίνων αὐτοῖς καθαιρεῖ τὰς γλώσσας, διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, τοῦτό φησιν. «Ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ.» Ἔλαττον, φησὶ, τοῦ προφητεύειν τὸ γλώσσαις λαλεῖν· εἰ μή τις ἄρα καὶ διερμηνεύῃ τὰ γλώσσας, οὐκ ἂν