1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

150

λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα πασχόντων ἡμῶν; φησί· Μὴ γὰρ ἐπειδὴ οὐδέπω ὑπέταξεν, νομίσῃς μὴ ὑποτάττεσθαι· ὅτι γὰρ δεῖ ὑποταγῆναι. Καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου. ∆ιὰ τὸν τριήμερον, φησὶ, θάνατον. Πείθει δὲ αὐτοὺς πάντα γενναίως ὑποφέρειν, μονονουχὶ λέγων· Εἰ ὁ προσκυνούμενος ὑπ' ἀγγέλων ἠνέσχετο βραχύ τι παρ' ἀγγέλους σχεῖν διὰ σὲ, πολὺ μᾶλλον σὺ ὁ τῶν ἀγγέλων ἥττων, πάντα φέρειν ὀφείλεις διὰ σεαυτόν. ∆όξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ. ∆είκνυσιν, ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν, ὥσπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς, αὐτὸν οὕτω καλεῖ λέγων· Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· καὶ, Ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὑπὲρ παντὸς γεύσηται θανάτου. Ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. Τῷ μὲν οὖν εἰπεῖν, διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε· τῷ δὲ εἰπεῖν, ἀγγέλων κρείσσων, τὴν ἀνάστασιν ἐδήλωσεν. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὂν τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα. Ἔπρεπεν αὐτῷ, φησὶν, τῷ κηδεμόνι, καὶ πάντα εἰς τὸ εἶναι παράγοντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ πολλῶν. Πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα. Καὶ αὐτὸς καὶ ἡμεῖς υἱοὶ, ἀλλ' ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. 95.940 Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν. Τουτέστι, τὸν αἴτιον τῆς σωτηρίας. ∆ιὰ παθημάτων τελειῶσαι. Ἄρα τὰ παθήματα τελείωσις καὶ αἰτία τῆς σωτηρίας. Ὁρᾷς ὅτι τὸ κακῶς παθεῖν οὐκ ἔστιν ἐγκαταλείψεως. Τούτῳ γὰρ καὶ πρώτῳ τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν. Καὶ γὰρ ὄντως τοῦ τὸν κόσμον ποιῆσαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν, τὸ σῶμα λαβόντα παθεῖν ἅπερ ἔπαθεν, πολλῷ μεῖζόν ἐστι. Καὶ τοῦτο ἐδήλωσεν αὐτὸς ἐν ἑτέροις, εἰρηκώς· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ. Ὅ τε γὰρ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. ∆ι' ἣν αἰτίαν. Ὅρα πῶς συνάγει αὐτοὺς πρὸς αὐτὸν, τιμῶν αὐτοὺς, καὶ παραμυθούμενος, καὶ ἀδελφοὺς ποιῶν τοῦ Χριστοῦ, κατὰ τοῦτο, τὸ ἐξ ἑνὸς εἶναι· καὶ αὐτὸς γὰρ, τὸ κατὰ σάρκα, ἐκ τοῦ Ἀβραάμ. Οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν. Ὅρα πῶς δείκνυσι πάλιν τὴν ὑπεροχήν. Τῷ γὰρ εἰπεῖν, οὐκ ἐπαισχύνεται, δείκνυσιν, οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας αὐτοῦ τὸ ταπεινόν. Εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ' ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ· καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν. ∆είκνυσιν, ὡς ἄνθρωπος γεγονὼς, πάντα τὰ ἀνθρώπινα ἔλαβεν πλὴν ἁμαρτίας. Καίτοι γὰρ σύνθρονος ὢν τῷ ἰδίῳ Πατρὶ, καὶ συμβασιλεύων, καὶ συνάρχων τῶν ὅλων, πεποιθέναι λέγεται ἐπ' αὐτόν. Τοῦτο δὲ λέγει, πρέποντα λέγων τῇ τοῦ δούλου μορφῇ, ὥσπερ ἀμέλει καὶ τὰ τῆς θεότητος δεικνὺς, φησίν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι' οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη· καὶ ὅπερ ἰσχυρὸν αὐτῷ ἦν ὅπλον κατὰ τῆς οἰκουμένης, ὁ θάνατος, τούτῳ αὐτὸν ἔπληξεν ὁ Κύριος. ∆είκνυται δὲ διὰ τούτου τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος. Καὶ ἀπαλλάξῃ τούτοις, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. ∆οῦλοι πάντες ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ μηδέπω αὐτὸν λελύσθαι ἐκρατοῦντο, καὶ φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ προσδοκῶντες ἀποτεθνήξεσθαι, καὶ οὐδεμιᾶς ἡδονῆς αἴσθησιν εἶχον, τοῦ φόβου αὐτοῖς παρόντος ἀεί· τοῦτο γὰρ ᾐνίξατο. 95.941 εἰπὼν διὰ παντὸς τοῦ ζῇν· ἀλλὰ ἀπήλλαξεν τὸν φόβον, καὶ γελῶμεν ἤδη αὐτόν. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως, τῆς