1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

162

σαρκὸς αὐτοῦ· καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ. Τὸν οὐρανόν φησι. Προσερχώμεθα μετ' ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ κατανοῶμεν ἀλλήλους 95.977 ∆είκνυσιν, ὡς καὶ πίστει ὀρθῇ προσεῖναι δεῖ καὶ ἔργα λαμπρά. Τουτέστι γὰρ τὸ, καὶ λελουμένοι τὸ σῶμα ὕδατι. Τῷ καθαροὺς ποιοῦντι, ἢ τῷ μὴ ἔχοντι αἷμα. Εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Εἰς τὸ μᾶλλον ἀγαπᾷν, καὶ ἀγαπᾶσθαι. Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, Οἶδε γὰρ ἀπὸ τῆς συνηθείας, καὶ τῆς ἐπισυναγωγῆς, πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γὰρ, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθητε, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας, Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν, Κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ὅταν γὰρ αὐτοῦ μετασχὼν ἐν τοῖς μυστηρίοις, ἁμαρτίαν ἐργάζηται, πῶς οὐ κατεπάτησεν αὐτὸν, καταφρονήσας αὐτοῦ; Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν Ἐπειδὴ διαλυθέντες ἦσαν ἀπὸ τῶν θλίψεων, ὅρα πῶς αὐτοὺς παραμυθεῖται. Πρῶτον μὲν ἀπὸ τῶν αὐτῶν· Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας. Ἔπειτα ἀπὸ τῆς Γραφῆς λεγούσης, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ἔπειτα ἀπὸ λογισμῶν, εἰπὼν, ὅτι Ἔστι πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Καὶ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν ἐκείνων καὶ θαυμαστῶν. Εἰκότως δὲ πρῶτον μνημονεύει τοῦ Ἄβελ, πρότερον ὑπὲρ εὐσεβείας ἀποθανόντος· δεύτερον Ἐνὼχ δι' εὐσέβειαν μετατεθέντος, δεικνὺς ἐσομένας πάντως τὰς ἀμοιβάς· τρίτον Νῶε, κολαζομένους δεικνὺς τοὺς μὴ πιστεύοντας. 95.980 Ὁρᾷς, ὅτι περὶ αὐτοῦ φησι, καὶ τῶν ἄλλων δε95.980 δεμένων οὕτως. Οὐχ ἡγήσασθε δεσμὰ εἶναι, ἀλλ' ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ἡμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. Μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ὁ μετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει μισθόν τινα, καὶ ὅτι οὐ ζημία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγμα.

ΚΕΦΑΛ. ΙΑʹ. Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.

Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκφαινομένων τὰ βλεπόμενα γεγονέναι. Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι' ἧς ἐμαρτυρήθη εἶναι