1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

76

καὶ ταῦτα ἡμεῖς κηρύττομεν, καὶ ὑμεῖς ἐπιστεύσατε. Πῶς οὖν μετὰ τοσαύτην ἀπόδειξιν ἀπιστοῦσι, φησὶ, διὸ τὸ, Πῶς, λέγουσιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. ∆ιὰ γὰρ τοῦτο ἀπέθανεν, ἵνα ἀναστήσῃ τὴν ἡμετέραν φύσιν. Εἰ οὐκ ἀνιστάμεθα οὖν, τίνος χάριν ἀπέθανε Χριστός; Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν· κενὴ καὶ ἡ πίστις ὑμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς οὐκ ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Ὅρα πόσα τὰ ἄτοπα· τὸ μάταιον τοῦ κηρύγματος, ὁμοίως ἡ μαρτυρία ἡ παρὰ τοῦ Πατρός. Ὅρα εἰς πόσην ἁμαρτίαν ἐξάγει τὸν λόγον ἐκείνων τῶν λεγόντων, Οὐκ ἀνίστανται οἱ νεκροί. Καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Εἰ γὰρ οὐκ ἠγέρθη, οὔτε ἀπέθανεν, οὔτε τὴν ἁμαρτίαν ἔλυσεν. Ὁ γὰρ θάνατος αὐτοῦ τῆς ἁμαρτίας ἐστὶ λύσις. Ἴδε γὰρ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πῶς δὲ αἴρων, ἢ τῷ θανάτῳ δηλονότι; ∆ιὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφαττόμενον. Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη. Εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε. Εἰ δὲ ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκήρυξα, εἰκῆ καὶ ἐπιστεύσατε ὅτι ἀπηλλάγητε. Ἄλλως δὲ καὶ ἀθάνατος θάνατος μένει, εἰ μὴ ἀνέστη. Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Τοὺς μαρτυρήσαντας δι' αὐτόν φησιν. Εἰ ἐν τῇ ζωῇ ταύτῃ, ἠλπικότες ἐσμὲν μόνον ἐν Χριστῷ, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει. Εἰ δὲ τοῦτο ἔσται, οὐδενὸς ἀπολαύομεν καλοῦ. Εἰ δὲ οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοιβῶν. Τί οὖν ἡμῶν ἀθλιώτερον, κατὰ τοῦτο πανταχοῦ διωκομένων; Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν. ∆είξας ὅσα ἐκ τοῦ μὴ δέχεσθαι τὴν ἀνάστασιν τίκτεται κακὰ, ἀναλαμβάνει τὸν λόγον συνεχῶς τὸ, ἐκ τῶν νεκρῶν, προστιθεὶς, ὥστε ἀποφράξαι τῶν αἱρετικῶν τὰ στόματα. Ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ. Τῇ γὰρ ἀρχῇ πάντως ἕπεται τὰ μετὰ ταύτην. 95.693 Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις ἐκ νεκρῶν. Αἰτιολογία. Ἐπειδὴ γὰρ πάντα ἀποφαντικῶς εἶπεν, ἀνάγκῃ καὶ αἰτιολογεῖ, εὐπαράδεκτον τοῖς πολλοῖς κατασκευάζων τὸν λόγον. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν ἀναμαχέσασθαι ἔδει τὴν καταβληθεῖσαν φύσιν αὐτὴν καὶ νικῆσαι. Οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός. Μὴ ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπολαύειν. Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Τουτέστιν, οἱ πιστοὶ καὶ εὐδοκιμηκότες. Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὅταν γὰρ ἀναστῶσιν ἐκεῖνοι, τὰ πράγματα πάντα λήψεται τέλος. Οὐ καθάπερ νῦν ἀναστάντος τοῦ Χριστοῦ, τὰ πράγματα ἔστησαν ἔτι μετέωρα. ∆ιὸ προστίθησι, ἡμεῖς ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μάθῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. Ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Τουτέστιν, ὅταν δι' αὐτοῦ προσαγάγῃ πάντα τὰ ἔθνη δουλεύειν τῷ Πατρί. Οὐδεὶς γὰρ ἔρχεται, φησὶ, πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ὅταν δὲ εἴπῃ ὅτι ὑποτέτακται, δῆλον ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Τὸ, ἄχρι, οὐκ ἔστι χρόνου σημαντικὸν παρὰ τῇ Γραφῇ, ὥσπερ οὐδὲ τὸ, ἕως· κατὰ τὸ εἰρημένον, ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Ἵνα μή τις δύο ἀρχὰς ἀνάρχους ὑποπτεύῃ. Τινὲς τῆς κακίας δηλοῦντα τὴν ἀναίρεσιν τοῦτό φασιν αὐτὸν εἰρηκέναι. Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; Τοῦτό φησιν, ὅτι καὶ σαρκὸς