1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

16

παράπτωμα. Καὶ πάλιν, Ὁ νόμος ὀργὴν κατεργάζεται. Ἐπειδὴ ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, ἀντιτίθησι καί φησιν· Τί οὖν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο! Πρὸ τῆς κατασκευῆς ἀπηγόρευσεν, τὸν ἀκροατὴν οἰκειούμενος, καὶ σκανδαλιζόμενον θεραπεύων. «Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν. Οὐκ ἐπιθυμήσεις.» Εἰ καὶ σφοδρότερον κεχρῆσθαι δοκεῖ κατὰ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἐνίσταται. Τί δὲ ἦν κατεπεῖγον, ἄκουε· Ἰουδαῖοι σφόδρα ἐφιλονείκουν τῇ χάριτι, τὸν νόμον προκρίνοντες αὐτῆς, καὶ δι' ἐκεῖνον εἰς αὐτὴν ἐνύβριζον· σκοπὸς οὖν τῷ Παύλῳ δεῖξαι, ὥσπερ καὶ ἀληθὲς, τὸν μὲν νόμον μηδαμῶς δυνηθέντα τῶν ἀνθρώπων ἀφανίσαι τὴν ἁμαρτίαν· ἀλλὰ δι' αὐτοῦ μάλιστα τυραννοῦσαν αὐτήν· τὴν δὲ χάριν δι' ἑαυτῆς ἐξαλείψασαν, ἵνα τὸν μὲν νόμον ἀφῶσιν, ἐπὶ δὲ τὴν χάριν ἔλθωσιν· τούτου δὲ ὄντος τοῦ σκοποῦ, ὅρα πῶς λεπτῶς αὐτὸ κατασκευάζει. Τὴν ἁμαρτίαν γὰρ οὐκ ἔγνων, φησὶν, εἰ μὴ διὰ νόμου· ἁμαρτίαν δὲ τὴν ἐπιτεταμένην φησὶν, ἐπεὶ καὶ πρὸ νόμου ἦν. Καὶ πάλιν, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις. Πάλιν τὴν ἐπι 95.493 τεταμένην λέγων ἐπιθυμίαν καὶ σφόδρα. Οὐδὲ γὰρ διὰ τοῦτο δέδοται νόμος, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ' ἵνα κατασβέσῃ, εἰ καὶ εἰς τοὐναντίον ἐξέβη. Τὸ δὲ αἴτιον, τὸ βασιλεύειν ἦν τὴν ἁμαρτίαν, καὶ μὴ δύνασθαι τὸν νόμον κρατεῖν αὐτῆς. Τοῦτο δὲ ἐποίησεν ἡ χάρις· καὶ γὰρ κατέλυσεν αὐτὴν, καὶ Πνεύματος ἡμᾶς ἐνέπλησεν θείου, ὥστε εὐχερῶς αὐτῆς περιγενέσθαι. «Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.» Ἐπειδὴ κρατί· ἐπειδὴ οὔπω ἦν χάρις, δι' ἧς καὶ ἀναιρεῖται. «Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.» Τουτέστιν, οὐχ οὕτως γνωρίμην, οὐδὲ ἐλεγχομένην. Ἤδεσαν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον. Ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν· διὰ τοῦτο καὶ πλείονος ἦσαν κατηγορίας ὑπεύθυνοι. «Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ.» Ἀνατρέχει ἐπὶ τὸν τοῦ νόμου χρόνον, τὸ πάντων ἀνθρώπων ἀναλαμβάνων πρόσωπον, δεικνὺς καὶ ἐν αὐτῷ ἐκείνῳ τῷ χρόνῳ τὴν ἁμαρτίαν κρατοῦσαν. Ἓν δὲ ἐκ πάντων κατασκευάζει, τὴν πολλὴν εὐεργεσίαν τῆς χάριτος. «Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον.» Οὐ μὴ οὖσαν ἂν ὑπεστήσατο τὴν ἁμαρτίαν ἡ ἐντολὴ, ἀλλὰ κρυπτομένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόμου. Εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρποῦντο, ἀλλ' οὖν ἀκριβῶς ἐμάνθανον ὅτι ἡμάρτανον. «Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὐτὴ εἰς θάνατον.» Οὐκ εἶπεν, γέγονε θάνατος, ἀλλ' εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας δηλῶν. «Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι' αὐτῆς ἀπέκτεινεν. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; Μὴ γένοιτο.» Ὅρα πῶς πανταχοῦ τῆς ἁμαρτίας μέμνηται, τὸν νόμον ἐγκλημάτων ἀπαλλάττων καὶ κατηγορίας ἁπάσης· διὸ καὶ ἐπάγει, Ὥστε ὁ μὲν νόμος ἅγιος. «Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γίνηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.» Ἁμαρτίαν τὸν διάβολόν φησιν, τὸν πατέρα καὶ εὑρέτην τῆς ἁμαρτίας, αὐτὸν τὸν θάνατον, ὃς διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας κατήργηται. Καὶ τοῦτο ἔμπροσθεν αὐτὸς ἐδίδαξεν, εἰπὼν τὸ, Τίς με 95.496 ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, ἐπαγαγών· Χάρις δὲ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ. Πονηρὸς ὢν ὁ διάβολος, λανθάνειν ἠδύνατο· διὰ δὲ τῆς εἰς ἄνθρωπον ἐπιβουλῆς, καὶ μάλιστα διὰ τοῦ εἰς σωτηρίαν δοθέντος νόμου, παρὰ τούτου φανερὰν ἐποίει δείκνυσθαι τὴν βασιλείαν. «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν.» Ἵνα μὴ θορυβηθῇ ὁ ἀκροατὴς, ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβεν, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησεν, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησεν καὶ ἀπέκτεινεν· ἵνα μή τις τῶν τοιούτων ἀκούων, τὸν νόμον τῶν