1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

98

με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

ΚΕΦΑΛ. ΙΒʹ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις

Κυρίου. Τοῦτό φησιν, οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ' ἐπειδὴ μέλλει μεταβαίνειν εἰς ἕτερον καυχήσεως εἶδος, ὃ λαμπρότερον αὐτὸν δείκνυσι καὶ ἐπισημότερον. Ταῦτα δέ φησιν ἐν ἑαυτῷ, ἐκείνους παιδεύων ταπεινοφρονεῖν. Εἰ γὰρ ὁ τοσαῦτα ἔχων, τοιοῦτος, τί οὐκ ὤφειλον ἐκεῖνοι ποιεῖν; Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων. Ἀλήθειαν γὰρ ἐρῶ. Φείδομαι δὲ, μή τις 95.768 εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί. Πολλῶν οὐσῶν ἀποκαλύψεων, μίαν ταύτην τίθησιν· ὅτι δὲ ἦσαν πολλαὶ, αὐτὸς ἐπεξιὼν εἶπεν, ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι. ∆ιὰ τοῦτο δὲ καὶ τὸν χρόνον τίθησι τῶν δεκατεσσάρων ἐτῶν, ἵνα δείξῃ, ὅτι οὐκ ἂν ὁ τοσοῦτον καρτερήσας χρόνον, νῦν ἂν ἐξεῖπεν, εἰ μὴ πολλὴν ᾔδει τὴν ἀνάγκην. Ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Σατὰν ὁ ἀντικείμενος λέγεται τῇ τῶν Ἑβραίων φωνῇ. Τοῦτο γὰρ ἐπὶ Σολομῶντος διηγουμένη φησὶν ἡ Γραφή· Οὐκ ἦν Σατὰν ἐν ταῖς ἡμέραις αὐτοῦ· τουτέστι πολεμῶν, ἀντικείμενος. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐκ εἴασεν ὁ Θεὸς ἀπονητὶ προχωρῆσαι τὸ κήρυγμα, καταστέλλων ἡμῶν τὸ φρόνημα· ἀλλὰ συνεχώρησε τοῖς ἀντικειμένοις ἐπιτίθεσθαι ἡμῖν. Ἄγγελον τοίνυν Σατανᾶ λέγει, Ἀλέξανδρον τὸν χαλκέα, Ὑμέναιον καὶ Φιλητὸν, τοὺς τὴν ἀνάστασιν λέγοντας ἤδη γεγονέναι, καὶ πάντας τοὺς ἀντικειμένους τῷ λόγῳ τοῦ κηρύγματος, καὶ φιλονεικοῦντας αὐτῷ, καὶ πολεμοῦντας, καὶ ἐμβάλλοντας εἰς δεσμωτήρια. Ὥσπερ οὖν υἱοὺς διαβόλου καλεῖ τοὺς Ἰουδαίους, τὰ ἐκείνου ζηλοῦντας, οὕτω καὶ ἀγγέλους Σατανᾶ πάντα τὸν ἀντιπίπτοντα τῷ κηρύγματι. Τοῦτο οὖν, ἐδόθη μοι σκόλοψ, φησὶν, ἵνα με κολαφίζῃ· οὐχ ὡς τοῦ Θεοῦ τοὺς τοιούτους ὁπλίζοντος· μὴ γένοιτο· οὐδὲ κολάζοντος, οὐδὲ τιμωρουμένου τέως, ἀλλὰ συγχωροῦντος, καὶ ἀφιέντος ἐν ἡμέρᾳ κρίσεως. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ. Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ μὴ κρύψαι. Καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου. Τουτέστιν, ὅτι Νεκροὺς ἐγείρεις, καὶ τυφλοὺς θεραπεύεις, καὶ τὰ ἄλλα τῶν σημείων ποιεῖς. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἐλαυνόμενοι γὰρ, καὶ διωκόμενοι, πάντων περιεγένοντο. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἵνα μὴ καταπέσωσι, τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναντίοις καυχωμένων, καὶ ὄντων τούτων ἐν διωγμοῖς, δείκνυσιν ὅτι διὰ τούτων λαμπρότεροι γίνονται. ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ. 95.769 Ἵνα μή τις νομίσῃ σωματικὴν ἀσθένειαν λέγειν αὐτὸν, καὶ κατ' εἶδος τὴν ἀσθένειαν διηγήσατο, λέγων· Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες ὅπως αὐτὸν νῦν ἀπεκάλυψεν, ὃν εἶπεν ἄνω Σατανᾶν, καὶ οὐχὶ ἄλγος, ὥς φασιν οἱ ληροῦντες, περὶ τὴν κεφαλὴν εἶχεν. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ἔνθα θλίψις, ἐκεῖ καὶ παράκλησις. Καὶ ἔνθα παράκλησις, ἐκεὶ καὶ χάρις. Ὅτε γοῦν εἰς τὸ δεσμωτήριον ἔπεσε, τότε θαυμαστὰ ἐποίησεν ἐκεῖνα. Ὅτε ἐναυάγησεν, καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη.