1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

124

προσωποληψία οὐκ ἔστι παρ' αὐτῷ. Πάλιν τὸ ὑπήκοον ὑποτάττει πρῶτον, εἶτα τὸ ἡγεμονικὸν διδάσκει χρηστότητα. Κυρίους δὲ κατὰ σάρκα λέγει, ὅτι οὐ φυσικὸν ἡ δεσποτεία, οὐδὲ πεποίηταί τις δοῦλος ἑτέρου, καθάπερ τὰ ζῶα τὰ ἄλογα. Τῆς θείας δὲ δουλείας, ἣν ὑπέμεινεν ὁ ἐν δούλου μορφῇ γενόμενος, τύπος γίνεται ἡ ἀνθρωπίνη ὑπηρεσία τῶν καθαρῶς δουλευόντων καὶ ἑκουσίως, ὡς εἰς Θεὸν ἀναγομένης τῆς δουλείας. Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι. ∆ύναμιν προσγενέσθαι δεῖ τὴν παρὰ Θεοῦ, τοῖς εἰς ἀσθένειαν καταπεσοῦσιν ἀνθρώποις, ἵνα λύσῃ τὴν ἀσθένειαν ἡ τῆς δυνάμεως ἐπανάληψις. Τὴν δὲ δύναμιν ταύτην εἰκάζει πανοπλίᾳ, δηλῶν, ὅτι καθάπερ ὁ γυμνὸς οὐ δυνατός ἐστιν εἰς πόλεμον, οὕτως ὁ Πνεύματος ἀμέτοχος, οὐ δυνατὸς πρὸς τὸν τὴν κακίαν ἐξεργαζόμενον τὸν διάβολον. Πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνεύματα τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ∆ιὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασαμένοι στῆναι. Μεθοδείαν αὐτὴν καλεῖ, τὴν τοῦ διαβόλου κακουργίαν, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷ περιτιθεὶς προσωπεῖον, ἕτερα τεκταίνει· καὶ καθάπερ πολέμιος κακουργὸς πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύλακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακεν. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος· ὅ ἐστι ῥῆμα Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ καρτερήσει καὶ δεήσει. 95.856 ∆ιὰ τί, ἐν ἀληθείᾳ; ἐμπαιγμὸς δὲ, καὶ ψεῦδος ἡ ἐπιθυμία· οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς· τουτέστι τῇ ἀληθεῖ ἡδονῇ τῇ σωφροσύνῃ. Περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Ἵνα δὲ ἴδητε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω. Εὐχαῖς ἀδιαλείπτοις προσκαρτερεῖν καὶ ὁ Κύριος κελεύει, καὶ ὁ Παῦλος, ἐν πνεύματι δὲ τὰς εὐχὰς, τουτέστιν ἐν νῷ, μὴ ἐν στόματι μόνον. Πολλαὶ δὲ αἱ εὐχαὶ, ὅτι καὶ περὶ πολλῶν, ὑπὲρ πάντων δὲ ἁγίων, καὶ ὑπὲρ αὐτοῦ· ἐπειδὴ καὶ ἐναγώνιον αὐτῷ τὸ ἔργον, ὡς καὶ δεσμώτην αὐτὸν ὑπὲρ αὐτοῦ παραπεπέμφθαι. Πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. Χαίρουσι γὰρ οἱ ἅγιοι τοῦ ἁγίου κατευθυνομένου ἔργου. ∆ιὸ μηνύει τὰ καθ' ἑαυτὸν ταῖς Ἐκκλησίαις. Πρὸς Ἐφεσίους ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ, στίχων τιβʹ.

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. Παῦλος καὶ Τιμόθεος δοῦλος Ἰησοῦ Χριστοῦ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ

Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ταύτην γράφει τὴν ἐπιστολὴν