1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

22

ὁ Θεός. Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται. Ἀνθρωπινότερον διαλέγεται καὶ συγκαταβατικώτερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι, πρότερον εἰπὼν τὸ, Ἐν δεξιᾷ, τότε ἐπήγαγεν, Ὃς ἐντυγχάνει ὑπὲρ ἡμῶν. Ὅ τε γὰρ τὴν ὁμιλίαν ἔδειξε καὶ τὴν ἰσότητα. «Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.» Ἵνα μὴ δόξῃ τὰ εἰρημένα ἐγκαταλείψεως εἶναι, καὶ τὸν Προφήτην ἐπάγει προαναφωνοῦντα τὰ αὐτὰ ἐκ πολλοῦ τοῦ χρόνου. «Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.» Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνα οὐκ ἀνθίσταται σφαζόμενα, οὕτως οὐδὲ ἡμεῖς. 95.513 «Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.» Τοῦτο γὰρ δή ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι νικῶμεν μόνον, ἀλλ' ὅτι δι' ὧν καὶ ἐπιβουλευόμεθα νικῶμεν· καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλὰ καὶ ὑπερνικῶμεν. «Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε Ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.» Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν, καὶ τὰ τοῦ βίου τούτου συγκεκληρωμένα δεινά; Κἂν γὰρ τὰ μέλλοντα εἴποι τις πράγματα καὶ δυνάμεις· πράγματα μὲν, ὡς θάνατον καὶ ζωήν· δυνάμεις δὲ, ὡς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ πᾶσαν τὴν ἄνω κτίσιν, ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ· οὔτε γὰρ εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα καὶ ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ, οὔτε εἰ ζωὴν ἐπηγγείλατο τὴν ἄπειρον, κατεδεξάμην ἄν· καὶ τί δεῖ λέγειν βασιλεῖς τοὺς κάτω; Κἂν γὰρ ἀγγέλους μοι εἴπῃς καὶ πάσας τὰς ἄνω δυνάμεις, κἂν πάντα τὰ ὄντα καὶ μέλλοντα, καὶ πάντα ἐμοὶ μικρὰ καὶ τὰ ἐν γῇ καὶ τὰ ἐν οὐρανῷ πρὸς τὸ φίλτρον ἐκεῖνο. Εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενός φησιν· οὔτε τις κτίσις ἑτέρα.

ΚΕΦΑΛ. Θʹ. «Ἀλήθειαν δὲ λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς

συνειδήσεως ἐν Πνεύματι ἁγίῳ, ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.» Ὡς περὶ μεγάλων μέλλων λέγειν καὶ ἀπιστεῖσθαι διὰ τὸ μέγεθος, ὅρκον προβάλλεται. «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Καὶ αὕτη ἑτέρα ἀπόδειξις ὁμοία ταῖς προλαβούσαις. Κατασκευάζει γὰρ καὶ αὕτη ὃ εἶχεν περὶ τὸν Χριστὸν φίλτρον. Καὶ πῶς; τὴν αἰτίαν ἄκουε. Ἐπειδὴ πάντες ἔλεγον κατηγοροῦντες τοῦ Θεοῦ, ὅτι υἱοὶ τοῦ Θεοῦ ἀξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι καὶ προπάτορες αὐτοῦ γενόμενοι τοῦ Χριστοῦ τὸ κατὰ σάρκα· τοῦτο γάρ ἐστι τὸ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα· καὶ ἐκβέβληνται, ἠτίμηνται· ἀντεισήχθησαν δὲ ἀντ' ἐκείνων οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες ἄνθρωποι ἐξ ἐθνῶν. Ἐπεὶ οὖν ταῦτα λέγοντες, τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων ταῦτα καὶ δακνόμενος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι καὶ ἐκπεσεῖν τῆς δόξης ἐκείνης ἧς λαμ 95.516 βάνουσιν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ τοῦ χοροῦ τοῦ ἀποστολικοῦ (οὐ γὰρ δὴ τῆς ἀγάπης τοῦ Χριστοῦ), ἵνα παύσηται ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. «Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ ἐπαγγελίαι.» Ὅμοιον ὡσεὶ λέγοι· Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι, καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔμπροσθεν ἐποίησεν, καὶ δι' ὧν ἐξ ἐκείνων ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐγένετο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Εἰ καὶ ἕτεροι