1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

117

καὶ πλοῦτον αὐτὸν λέγει χάριτος ὑπερβάλλοντα. Θεοῦ τὸ δῶρον. Χάρις, τὸ παρὰ Θεοῦ, πίστις, τὸ παρ' ἡμῶν. Ὅθεν οὖν οἷς μὴ πάρεστι τὸ δεκτικὸν, οὐδὲ ἡ χάρις παραγίνεται. Οὐκ ἐξ ἡμῶν οὖν, ἀλλὰ Θεοῦ τὸ δῶρον· οὐκ ἐν τῷ λαμβάνοντι, ἀλλ' ἐν τῷ διδόντι, τὸ εὐεργετῆσαι. Οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Ὅτι καὶ τῶν ἔργων ὄντων, οὐκ ἐξ αὐτῶν ἡ σωτηρία, καὶ μὴ ὄντων, παρεγένετο τοῖς πιστεύσασι τῆς σωτηρίας ἡ κοινωνία. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπ' ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. 95.832 Οὐχ ἑαυτοὺς, φησὶ, καινὴν κτίσιν ἀπεργαζόμεθα· οὐδὲ γὰρ δυνατόν. Ἀλλ' ὁ κτίζων ἡμᾶς ἐστι Θεὸς ἐν Χριστῷ, οὗ τὴν ὁμοίωσιν ἐπιτελοῦμεν τῇ μιμήσει τῶν ἔργων, ἅπερ αὐτὸς εἰργάσατο, προετοιμάζων ἡμῖν τὴν μετάληψιν καὶ ὁμοίωσιν. ∆ιὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί. Ἐπειδὴ ἡ τῶν προτέρων ἀνάμνησις τὴν ἐπὶ τοῦ παρόντος εὐχαριστίαν κατασκευάζει, μνημονεύειν ἐκείνων παρακελεύεται. Οἱ λεγόμενοι ἀκροβυστία ἀπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν. Σαρκικὸν ἰδίωμα ἡ ἀκροβυστία καὶ ἡ περιτομή· τὰ δὲ σαρκικὰ οὐκ ὄντως ὄντα ἐστί. ∆ιὸ λεγόμενα εἶπεν αὐτά. Οἶδε γὰρ τὴν ἀληθῆ περιτομὴν, τὴν ἐν καρδίᾳ περιαίρεσιν τῶν ἐπιγινομένων τῇ καρδίᾳ παρὰ τὴν φυσικὴν κατασκευήν. Εἰ δὲ τοῦτο περιτομὴ ἀληθὴς, ἀκροβυστία ἀληθής ἐστιν ἡ τῆς καρδίας ἀκαθαρσία. Τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. ∆ιάφοροι μὲν αἱ ἐπαγγελίαι, ὥσπερ καὶ αἱ διαθῆκαι. Μίαν δὲ αὐτὴν εἶπε, καθὸ πάντας εἰς ἓν ἄγει Χριστός. Νυνὶ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Μακρὰν ἦμεν Θεοῦ τῇ ζωῇ τῇ κοσμικῇ διωρισμένοι. Ταύτης δὲ λύσιν εἰργάσατο ὁ θάνατος τοῦ Χριστοῦ, καὶ οἱ τούτῳ συμμορφούμενοι, οὐκέτι μακράν εἰσι Θεοῦ, ἀλλ' ἐγγύτητα λαμβάνουσι τὴν ἐν πνεύματι, συσταυρούμενοι Χριστῷ, κατὰ τὸν Ἀπόστολον. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ. Τὸ διορίζον ἐξέκοψεν ἐκ μέσου, ὅπερ ἐστὶ σὰρξ διὰ τὴν ἐν αὐτῇ ἁμαρτίαν, πάντη μὲν ἀπαλλοτριοῦσα τοὺς οὐδὲ νόμου χωριζομένους ἀπὸ τῆς σαρκικῆς κακίας, οὐ μὴν οὐδὲ τοὺς ὑπὸ νόμον ὄντας καθαροὺς ἀφιεῖσα τῆς δι' αὐτὴν ἀλλοτριώσεως. Ὅθεν ὁ τὴν ἁμαρτίαν λύων τὴν διὰ σαρκὸς, ἅμα καὶ τὸν νόμον περιεῖλε τὸν ἐπὶ σαρκὶ τεθέντα. Ἀντεισήγαγε δὲ ἀντὶ νόμου δόγμα, ὅπερ ἐστὶ τὸ τῆς ψυχῆς ἑκούσιον εἰς λατρείαν Θεοῦ. Εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ, καὶ ἐλθών. Τοῦ σταυροῦ πέρας ἐπιθέντος τῇ ζωῇ τῇ παρούσῃ, καὶ τὴν σάρκα περιτεμόντος, εἷς ἄνθρωπος ἀποδεί 95.833 κνυται πᾶς ὁ κατὰ Χριστὸν χαρακτηριζόμενος, εἴτε ἐν περιτομῇ, εἴτε ἐν ἀκροβυστίᾳ κατὰ τὴν καινὴν ζωήν. Θανάτῳ μὲν οὖν τὸ σῶμα παραδοθὲν, τὴν ἔχθραν ἔλυσεν· εἰς ζωὴν δὲ ἀναστὰν, τὴν φιλίαν εἰς αἰῶνα κατεσκεύασεν. Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς. Μακρὰν τὰ ἔθνη, φησὶ, διὰ τὴν πλάνην· ἐγγὺς δὲ τοὺς διὰ νόμου, τοῦ Χριστοῦ διδασκομένους μυστήριον. Ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Οὐδὲν μᾶλλον ἡμῶν, φησὶν, οἰκείως ἔχουσι πρὸς Θεὸν οἱ πρότερον ὄντες ἐγγὺς, ἀλλὰ μία ἀμφοτέρων προσαγωγὴ, δι' ἑνὸς ἁγίου Πνεύματος. Ἐν ἑνὶ δὲ σώματι προειπὼν ἡμᾶς κατηλλάχθαι Θεῷ, νῦν ἐν ἑνὶ πνεύματι προῆχθαι Θεῷ φησι, μετόχους δεικνύων τοῦ ἑνὸς πνεύματος διὰ τοῦ ἑνὸς σώματος γενομένους. Ἔχει δὲ καὶ ἡ τῶν ὀνομάτων παράληψις οἰκείως. Ὅπου μὲν γὰρ καταλλαγὴν εἶπε, Θεὸν εἴρηκεν. Ὅπου δὲ