1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

86

ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους διὰ Ἰησοῦν. Εἰς ἐκείνους αἰνίττεται, ὡς ἐπαίροντας ἑαυτοὺς, καὶ πείθοντας τοὺς μαθητὰς ἀπ' αὐτῶν αὐτοὺς ὀνομάζειν, ὅπερ καὶ ἐν τῇ προτέρᾳ ἔλεγε. Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ, Ἀπολλῶ. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἐκάλυψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. ∆ιὰ τοῦτο δουλεύω, φησὶν, ἐπειδὴ κατηξίωσε λάμψαι εἰς τὰς καρδίας ὑμῶν. Σκότος γὰρ ἦν ἐπάνω τῆς ἀβύσσου, φησὶ, καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς. Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι. Ἔτι μένει δεικνὺς ὅτι τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον τὸ πᾶν ἐστι, καταστέλλων ἐκείνων τὰ φρονήματα. Τί δέ ἐστι τὸ ἐν παντί; Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις, ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς τῶν ἄλλων χρείαις. Καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. Πάντοτε. Οἱ μὲν πειρασμοὶ συμβαίνουσι, φησὶν, τὰ δὲ ἀπὸ τῶν πειρασμῶν, οὐκέτι· καὶ τοῦτο δὲ διὰ τὴν τοῦ Θεοῦ δύναμιν καὶ χάριν. Τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ, ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Τοὺς θανάτους λέγει τοὺς καθημερινοὺς, δι' ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φησὶν, ὅτι ἀποθανὼν Ἰησοῦς ἀνέστη, ἡμᾶς ὁρῶν τοὺς καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντας καὶ ἀνισταμένους, πιστευέτω λοιπὸν τῇ ἀναστάσει. Ἀεὶ γὰρ ὑμεῖς οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν Χριστὸν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ ἡμῶν σαρκί. ∆ιὰ τοῦτο παραδιδόμεθα, φησὶν, ἵνα ἡ δύναμις αὐτοῦ τῆς ζωῆς φανερωθῇ, μὴ συγχωροῦντος σάρκα ἀνθρωπίνην τοσαῦτα πάσχουσαν ὑπὸ τῆς νιφάδος τῶν κακῶν νικηθῆναι. 95.728 Ὥστε θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Οὐκέτι περὶ τοῦ Ἰησοῦ θανάτου λέγει, ἀλλὰ περὶ πειρασμῶν καὶ ἀνέσεως. Ἡμεῖς μὲν γὰρ ἐν κινδύνοις· καὶ πειρασμοῖς, φησίν· ὑμεῖς δὲ ἐν ἀδείᾳ τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωὴν, καὶ τὰ μὲν ἐπικίνδυνα ἡμεῖς ὑπομένομεν, τῶν δὲ χρηστῶν ὑμεῖς ἀπολαύετε. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Ἀνέμνησεν αὐτοὺς ψαλμοῦ ἱκανοῦ μάλιστα ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ ᾠδὴν ταύτην ἐν τοῖς αὐτοῖς κινδύνοις ὢν ὁ δίκαιος ἐκεῖνος ἐφθέγξατο. Τὸ δὲ, αὐτὸ Πνεῦμα συμμαχίας, τουτέστιν ἀπὸ τῆς αὐτῆς δημιουργίας, ἀφ' ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα. Εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ἡμῖν. Τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. ∆ιὸ οὐκ ἐκκακοῦμεν, ἀλλὰ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Εἰπὼν, ὅτι καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, τί πιστεύομεν ἐπιφέρει; Ὅτι καὶ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ διὰ Ἰησοῦ· Πάλιν δὲ πληροῖ αὐτοὺς φρονήματος, ἵνα μὴ ἀνθρώποις χάριν εἴδωσι, τοῖς ψευδαποστόλοις. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν, αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Ὅρα πόσον τῶν κινδύνων ἐκούφισε, καὶ τοῦ χρόνου ὑφελὼν, καὶ τοῦ μεγέθους. Παραυτίκα γὰρ, φησὶ, καὶ ἐλαφρὸν, ἅμα δὲ καὶ ἀντιπαρατίθησι Τὸ μὲν γὰρ, παραυτίκα, πρὸς τὸ αἰώνιον, τὸ δὲ, ἐλαφρὸν, πρὸς τὸ βαρὺ, τὴν θλίψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ προϋποφέρει, καὶ τὸ καθ' ὑπερβολήν. Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Τὸν τρόπον λέγει, πῶς ἐλαφρὸν τὸ τοσοῦτο τῶν θλίψεων. Καὶ πῶς, ἢ ἀπὸ τῆς μελλούσης ἐλπίδος;

ΚΕΦΑΛ. Εʹ.