1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

114

μεγάλα. Κἀγὼ τῷ κόσμῳ. ∆ιπλῆν τὴν νέκρωσιν λέγει, ὅτι καὶ ἐκεῖνα ἐμοὶ νεκρὰ, καὶ ἐγὼ ἐκείνοις, καὶ οὔτε αὐτὰ ἀνελεῖν με δύνανται, καὶ χειρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ· οὔτε ἐγὼ ἐπιθυμῆσαι αὐτῶν· νεκρὸς γὰρ αὐτοῖς εἰμι κἀγώ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Βλέπε πόσην κηρύττει τὴν δύναμιν τοῦ σταυροῦ· οὐ γὰρ δὴ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν ἐν ἑαυτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνωτέρω πολλῷ κατέστησεν. Λέγει δὲ τὴν καινὴν κτίσιν, τὴν δεδομένην διὰ πίστεως. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 95.821 Οἱ ταῦτα διώκοντες, φησὶν, οὗτοι καὶ εἰρήνης, καὶ φιλανθρωπίας ἀπολαύοντες, καὶ τῷ τοῦ Ἰσραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω. Ἐνταῦθα οὐχ ὡς καμὼν, οὐδὲ ὡς περικακήσας ταῦτα φθέγγεται, ἀλλὰ ἀναστέλλων αὐτῶν τὴν ῥᾴθυμον γνώμην, καὶ εἰς φόβον πλείονα ἐμβαλὼν, καὶ πηγνὺς τοὺς παρ' αὐτοῦ τεθέντας νόμους, καὶ οὐ συγχωρῶν αὐτοὺς ἀεὶ κινεῖν. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Παντὸς λόγου καὶ πάσης φωνῆς, φησὶ, λαμπρότερον διὰ τῶν στιγμάτων ἀπολογοῦμαι πρὸς τοὺς λέγοντας ὑποκρίνεσθαί με τὸ δόγμα, καὶ πρὸς ἀνθρωπαρεσκίαν λέγειν. Στίγματα τὰς πληγὰς λέγει, τὰ τραύματα, τὰ διὰ τὸν Χριστόν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν. Τῷ τελευταίῳ ῥήματι τούτῳ πάντα τὰ ἔμπροσθεν ἐπεσφράγισεν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, μεθ' ὑμῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, μετὰ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι' ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς ἀπαγαγεῖν πλάνης. Τὸ γὰρ Πνεῦμα λαβεῖν, οὐ διὰ νομικῆς ἦν περιφανείας, ἀλλὰ διὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης. Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης, στίχων ς ϛγʹ.

ΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν

ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥσπερ τὰ ἄλλα Θεοῦ ἔργα, οὕτως καὶ τὴν ἀποστολὴν τὴν ἑαυτοῦ ἐκ Θεοῦ μέν φησιν, ἐνεργουμένην δὲ ὑπὸ Χριστοῦ, ὡς δυνάμεως ὄντος Θεοῦ. Τὸ κεφάλαιον τῆς ἐπιστολῆς ἐστιν, τὸ διδάξαι αὐτοὺς περὶ τῆς Χριστοῦ χάριτος. Αὕτη δὲ ἡ χάρις, ἐστὶν ἀνάληψις ἡμῶν ἐν αὐτῷ, καὶ ἁγιασμὸς, καθὸ καὶ σῶμα αὐτοῦ γεγόναμεν, καὶ κεφαλὴν ἐσχήκαμεν. αὐτόν. Τὸ δὲ αἴτιον ταύτης τῆς χάριτος, ἡ ἀγαθότης τοῦ Θεοῦ, ἡ εἰς αἰῶνας ὑμνουμένη. Ἡ δὲ ὁδὸς ἡ εἰς ταύτην, ἡ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ ἀπολύτρωσις. 95.824 Ὁ εὐλογήσας ὑμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Αὐτὸς ἔσται, φησὶν, ἡ εὐλογία ἡμῶν· τουτέστιν ἡ δωρεὰ ἡ παρὰ Θεοῦ, εἰς τὸ πνευματικῶν ἡμᾶς ἀπολαῦσαι ἀγαθῶν. Τούτων δὲ ἡ ἀπόλαυσις οὐκ ἔστιν ἐπὶ γῆς· ἐπεὶ οὐδὲ σαρκικαὶ αἱ εὐλογίαι, ἀλλ' ἀΐδιος τόπος αὐτοῖς ὁ οὐράνιος. Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς ἑαυτόν. Ἡ χάρις τοῦ Πνεύματος ἐφανερώθη μὲν νῦν, προϋπῆρχε δὲ ἐξ ἀρχῆς παρὰ Θεῷ τοῖς ἐκλεκτοῖς ἐπινεμομένη, οὓς καὶ προώρισεν παραστάτας εἶναι Θεοῦ, διὰ τῆς δεδομένης ἁγιότητος. Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς. Ἐχαρίτωσεν ἡμᾶς ἑκουσίῳ χάριτι, οὐ τῇ ἐξ ἔργων ἡμῶν ἀντιδόσει, θέμενος