1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

153

πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν ∆αβὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Πόθεν τοῦτο δῆλον; ἐπειδὴ ὀφείλουσί τινες, φησὶν, εἰσελθεῖν, πάντες δὲ ἐκεῖνοι οὐκ εἰσῆλθον. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο δῆλον. Μετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν ὁ ∆αβὶδ, Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ∆ηλονότι, ὡς μελλόντων τινῶν τεύξασθαί τινος ἀμοιβῆς, ταῦτά φησιν. Οὐ γὰρ εἰσῆλθον εἰς τὴν κατάπαυσιν αὐτοῦ, τὴν πίστιν οὐ προσηκάμενοι. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Καὶ πόθεν δῆλον; Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Οὐ γὰρ, εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα οὐ παρηγγέλλοντο. Εὖ δὲ καὶ τὸ μὴ κατάπαυσιν εἰπεῖν, ἀλλὰ σαββατισμὸν, τὸ οἰκεῖον ὄνομα, καὶ ᾧ ἐπέτρεχον. Σαββατισμὸν δὲ, τὴν βασιλείαν καλεῖ. Σαββατισμὸς οὖν ἄρα νοητὸς καὶ ἀληθὴς, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ὥσπερ ὁ Θεὸς, φησὶ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ ἀναστάσεως ὁ λόγος, καὶ τοῦτο 95.949 ἐπεθύμουν ἀκοῦσαι, πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Ἵνα μὴ νομίσῃ τις, ὅτι ἁπλῶς τῆς καταπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν. Πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἔχοντες οὖν Ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ. Οὕτω, φησὶν, ἔχομεν δοῦναι τὰς εὐθύνας τῶν πεπραγμένων. Κρατῶμεν τῆς ὁμολογίας. Καὶ ποίαν ὁμολογίαν λέγει; Ὅτι ἀνάστασις καὶ ἀνταπόδοσις, καὶ ὅτι Θεὸς ὁ Χριστός ἐστιν. Οὐ γὰρ ἔχομεν Ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας. Οὐ γάρ ἐστι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν ταῖς θλίψεσιν οὐκ ἴσασιν. Ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. Πάντα δὲ ὑπέστη, φησὶν, ὁ Ἀρχιερεὺς ὁ ἡμέτερος. ∆ιὰ γὰρ τοῦτο πρῶτον ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συμπαθεῖν. Προσερχόμεθα οὖν μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον. Θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως. Ὅλον γὰρ τὸ πρᾶγμα φιλοτιμία ἐστὶ, καὶ δωρεὰ βασιλικὴ, τὰς ἁμαρτίας ἀφιεῖσα. Καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Νῦν ἐὰν προσέλθῃς, φησὶν, λήψῃ καὶ χάριν, καὶ ἔλεον. Εὐκαίρως γὰρ προσέρχῃ· ἂν δὲ τότε προσέλθῃς, οὐκέτι. Ἄκαιρος γὰρ τότε ἡ προσδοκία. Οὐκ ἔστι γὰρ τότε θρόνος χάριτος, ἀλλὰ θρόνος κρίσεως· Ἀνάστα γὰρ, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Τὸ δὲ, μετὰ παῤῥησίας, ἀντὶ τοῦ, μὴ ἔχοντες συνειδὸς πονηρὸν, μηδὲ διστάζοντες. Οὐ δύναται γὰρ μετὰ παῤῥησίας ὁ τοιοῦτος προσελθεῖν. Ἵνα μὴ ἀκούσας Ἀρχιερέα, νομίσῃς ἑστάναι αὐτὸν, εὐθέως ἐπὶ τὸν θρόνον ἀνάγει τὸν βασιλικόν. Ὁρᾷς ὅτι τὸ γενέσθαι Ἀρχιερέα, οὐ φύσεώς ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως.