1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

167

φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ. Γενέσθω, φησὶ, τίμιος, καὶ μὴ μολυνέσθω τῇ πρὸς ἑτέραν κοινωνίᾳ. Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς, καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Καλὸν γὰρ Θεωροῦντες αὐτῶν τὸν βίον, καὶ τὴν πολιτείαν, φησὶ, μιμεῖσθε τὴν πίστιν. Τί ἐστι ἀναθεωροῦντες; συνεχῶς στρέφοντες ἐν ἑαυτοῖς, ἐξετάζοντες, λογιζόμενοι ἀναζητοῦντες, ἀκριβῶς βασανίζοντες, ὅτι τέλος χρηστὸν αὐτῶν ἔχει ἡ ἀναστροφή. Χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, Ἀντὶ τοῦ πίστει. Οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇ λατρεύοντες. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. ∆ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, Ἠρέμα αἰνίττεται τοὺς τὴν παραίτησιν τῶν βρωμάτων εἰσάγοντας. Ἔξω τῆς πύλης ἔπαθεν. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ 95.996 φέροντες. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. ∆ι' αὐτοῦ οὖν ἀναφέρομεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τουτέστι καρπὸν Τουτέστι, τὰ αὐτὰ πάσχοντες κοινωνήσωμεν τοῖς παθήμασι τοῦ Χριστοῦ. Χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Τὸ τὴν εὐχαριστίαν ἀναφέρειν λέγει, καὶ γενναίως ἅπαντα φέρειν, καὶ τὰ δοκοῦντα λυπηρά. Τοῦτο ἐγγὺς ἡμᾶς εἶναι ποιεῖ Θεοῦ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχομεν. Ὅταν δὲ οὐ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ, καὶ πολλάκις ἡμῶν ταῦτα εἰς κρῖμα γίνεται· ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν. Πεποίθαμεν γὰρ, ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν, καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως. Καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον. Τί οὖν φησιν; ἂν πονηρὸς ᾖ, πειθώμεθα; πονηρὸς πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτὸν, καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών. Εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν περὶ αὐτῶν δεινὰ πολλὰ, τότε φησὶν, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν ὅσα λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε. Τῶν μὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; ὅτι καὶ δῆλα πᾶσίν ἐστιν, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστι πᾶσιν, ὅτε πονηρὸς οὐ παραιτήσεται διδάσκειν. Ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως. Τὸ γοῦν ἐπαγόμενον, τοῦτο δηλοῖ. Τί βλέπεις, φησὶν, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ 95.997 ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν, ἀλλὰ περὶ βίου καὶ ἔργων. Ἀλλὰ ὁ Παῦλος πρότερον συνέστησεν