1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

30

φοβερᾷ, μὴ κάθελκε πρὸς ἰδιωτικὰς αὐτὰ διακοσμήσεις. Ζῶσαν, φησὶ, πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς, τῆς διὰ τῶν σφαζομένων· πάλιν λογικὴν, πρὸς ἀντιδιαστολὴν τῆς ἀλόγου, τῆς διὰ τῶν θρεμμάτων. Πρῶτον δὲ πάντων τὴν σωφροσύνην εἶπεν, ὥσπερ κρηπῖδά τινα καὶ θεμέλιον τῶν λοιπῶν ἀρετῶν. «Τὴν λογικὴν λατρείαν ὑμῶν.» Λογικὴν λατρείαν, τὴν πνευματικὴν διακονίαν καὶ τὴν πολιτείαν τὴν κατὰ Θεὸν, φησὶν, τὴν μηδὲν ἔχουσαν σωματικόν. «Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ 95.540 μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα Θεοῦ τὸ ἀγαθὸν, τὸ εὐάρεστον καὶ τέλειον.» Μὴ πλάσῃς σαυτὸν, φησὶν, κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου. Οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βεβηκός ἐστιν. «Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν.» Ἀνωτέρω εἰπὼν, ∆ιὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παρακαλῶ ὑμᾶς, ἐνταῦθα πάλιν λέγει, διὰ τῆς χάριτος. Συνεχῶς τῶν εὐεργεσιῶν αὐτοὺς ἀναμιμνήσκων, ὥστε εὐγνωμονεστέρους αὐτοὺς ποιῆσαι. Ἔστι δὲ τὸ ὅλον περὶ ταπεινοφροσύνης. «Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐλάβομεν φρόνησιν, οὐχ ἵνα εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ' ἵνα εἰς σωφροσύνην. Νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν, ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. «Ἑκάστῳ ὡς Θεὸς ἐμέρισε μέτρον πίστεως.» Πίστιν ἐνταῦθα τὸ χάρισμα καλεῖ. Εἰπὼν δὲ ὅτι ἐμέρισεν, καὶ τὸν ἔλαττον εἰληφότα παρεμυθήσατο, καὶ τὸν μείζονος ἀπολαύσαντα κατέστειλεν· εἰ γὰρ ὁ Θεὸς ἐμέρισεν, καὶ μὴ σὸν τὸ κατόρθωμα· τί μέγα φρονεῖς; «Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· τὸ δὲ καθ' εἷς, ἀλλήλων μέλη.» Τίνος ἕνεκεν μέγα φρονεῖς, φησὶν, ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι, καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν, καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ ἐκεῖνος σοῦ μέλος, οὕτως κἀκείνου σύ. «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει.» Βούλεται αὐτοὺς σπουδαιοτέρους ἐργάσασθαι, δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι τοῦ μείζονα ἢ ἐλάττω λαβεῖν. ∆ιό φησιν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως. Λέγει δὲ καὶ παρ' αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύμους. «Ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες. ∆είκνυσιν ὡς οὐδὲν ὄφελος ἀρετῆς, εἰ μὴ μετὰ 95.541 τοῦ προσήκοντος γίνεται. Ὅρα γὰρ πῶς πανταχοῦ τὰς ἐπιτάσεις ζητεῖ· οὐ γὰρ εἶπεν, μεταδίδοτε, μόνον, ἀλλὰ μετὰ δαψιλείας· οὐδὲ, προΐστασθε, ἀλλὰ μετὰ σπουδῆς· οὐδὲ, ἐλεεῖτε, ἀλλὰ ἱλαρῶς· οὐδὲ, τιμᾶτε, ἀλλὰ προηγεῖσθε οὐδὲ, ἀγαπᾶτε, ἀλλὰ ἀνυποκρίτως· οὐδὲ ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε· οὐδὲ, ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ, κολλᾶσθε· οὔτε, φιλεῖτε, ἀλλὰ, φιλοστόργως· οὐδὲ, σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς· οὐδὲ, πνεῦμα ἔχοντες, ἀλλὰ ζέον τὸ πνεῦμα· ὅταν γὰρ σχῇς ἅπαντα τὰ προειρημένα, ἐπισπάσῃ τὸ πνεῦμα. Ἑαυτῷ γὰρ δίδωσι, ἑαυτῷ προΐσταται. Ἀγαπητὸν γὰρ μηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν μετὰ τοῦ χαίρειν παράσχῃς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως αἰσχρὸν ἀνθρώποις εἶναι δοκεῖ, ὡς τὸ παρ' ἑτέρων λαμβάνειν, ἂν μὴ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶ δείξῃς ὅτι λαμβάνεις μᾶλλον ἢ δίδως, κατέβαλες μᾶλλον, ἢ ἀνέστησας τὸν λαμβάνοντα. Τίς δὲ βασιλείαν λαμβάνων σκυθρωπός ἐστι; τίς ἁμαρτημάτων συγχώρησιν κατηφὴς μένει; Οὐκ εἶπεν, ἀπεχόμενοι, ἀλλὰ, μισοῦντες. Καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα