1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

94

ὄντα τὸν μισθὸν τοῦ ἀποτελέσματος, γεννήματα δικαιοσύνης λέγων. Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης, οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ, διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑμῖν. Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Ἡ διακονία τῆς ἐπιστολῆς, τουτέστιν ἡ φιλο 95.753 τιμία τῶν χρημάτων, καὶ ἡ λειτουργία ἡμῶν αὕτη ἡ πνευματικὴ, καὶ ἡ δι' ἡμῶν διακονία, οὐ μόνον τοῦτο κατορθοῖ, ὅτι τὰ ὑστερήματα τῶν ἁγίων πληροῖ, καὶ διορθοῦται αὐτῶν τὴν πενίαν, ἀλλ' ὅτι διὰ πολλῶν καὶ ὑπὲρ πολλῶν εὐποιίαν, εὐχαριστίαν ἀναπέμπεσθαι παρασκευάζει. Τοῦτο γάρ ἐστι τὸ, Ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν. Ἐκεῖνοι γὰρ ἀποδεχόμενοι τὰ χρήματα, δοξάζουσι τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον. Ἵνα δὲ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας μόνον διὰ τὸ λαβεῖν, ὅρα πῶς αὐτοὺς ὑψηλοὺς ποιεῖ. ∆οξάζουσι, φησὶν, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς εἰσφέρειν· τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει.

ΚΕΦΑΛ. Ιʹ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ

Χριστοῦ. Ἀπαρτίσας τὸν περὶ τῆς ἐλεημοσύνης λόγον, ὡς ἔδει, ἐπιτιμικωτέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττόμενος διὰ τῆς πραότητος καὶ ἐπιεικείας, σφόδρα αὐτοὺς ἐντρέψαι βουλόμενος. Προβάλλεται οὖν τὴν πραότητα καὶ τὴν ἐπιείκειαν. ταύτῃ μείζονα ποιῶν τὴν κατηγορίαν. Ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Τοῦτό φησιν, εἰς ἐκείνους αἰνιττόμενος τοὺς ψευδαποστόλους τοὺς λέγοντας, ὅτι Αἱ ἐπιστολαὶ βαρεῖαι, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής. Ἢ οὕτως· Ἢ ὅτι κἂν μεγάλα φθέγξωμαι, οὐκ ἐξ ἀπονοίας, ἀλλ' ἐκ τοῦ θαῤῥεῖν ὑμῶν φθέγγομαι. ∆έομαι δὲ, τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας. ∆έομαι ὑμῶν, φησὶ, μή με ἀναγκάζετε δεῖξαι, ὅτι καὶ παρὼν ἰσχυρός εἰμι, καὶ δύναμιν ἔχω. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ἀπὼν πάνυ ὑμῖν θαῤῥῶ, τούτοις κέχρηται τοῖς ῥήμασι. Τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀπατεῶνα. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ. Σάρκα γὰρ περικείμεθα, ὁμολογῶ· κατὰ σάρκα οὐδὲ ζῶμεν. Στρατείαν δὲ ὠνόμασεν ταύτην, μάλιστα ἐκφοβῶν. Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν, οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Ὅπλα σαρκικὰ, πλοῦτός ἐστι, δόξα, δυναστεία, εὐγλωττία, δεινότης, περιδρομαὶ, κολακεῖαι, ὑποκρίσεις, καὶ τὰ ἄλλα ταῦτα τοῖς τοιούτοις ἐοικότα. Τὰ δὲ ἡμέτερα οὐ τοιαῦτα, φησὶν, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Καλῶς δὲ πάλιν πᾶσαν τὴν δύναμιν αὐτοῦ ἀνατίθησι τῷ Θεῷ. Ὅμοιον δὲ ὡς εἰ λέγοι· Οὐχ ἡμεῖς, φησὶν, αὐτὰ τοιαῦτα κατεσκευάσαμεν, ἀλλὰ αὐτὸς ὁ Θεός. Ἐπειδὴ γὰρ μαστιζόμενοι καὶ ἐλαυνόμενοι ἐκρά 95.756 τουν, λέγει, ὅτι τὸ διὰ τῶν ὅπλων τούτων τοῦ κρατεῖν θαῤῥεῖν, τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστιν. Αὐτὸς γὰρ ποιεῖ αὐτὰ ἰσχυρὰ, ὥστε εἰ καὶ ἡμεῖς αὐτὰ περικείμεθα, ἀλλ' αὐτός ἐστιν ὁ δι' αὐτῶν πολεμῶν καὶ ἐνεργῶν. Πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ ἵνα μὴ ἀκούσας ὀχυρώματα, αἰσθητόν τι νομίσῃς, ἐπάγει τὸ, λογισμοὺς καθαιροῦντες. ∆ιὰ μὲν γὰρ τῆς προτάσεως τὴν ἔμφασιν δείκνυσιν. ∆ιὰ δὲ τῆς ἐπαγωγῆς, τὸ νοητὸν τοῦ πολέμου παραδηλοῖ. Ὀχύρωμα δὲ λέγει τὸν τύφον τὸν Ἑλληνικὸν, καὶ τῶν σοφισμάτων καὶ τῶν συλλογισμάτων τὴν ἰσχύν. Καὶ αἰχμαλωτεύοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ