1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

143

μέχρι τοῦ τῆς ἀναστάσεως καιροῦ, ἀλλ' ἐπειδὴ περὶ ζώντων ἔλεγε, καὶ αὐτὸς δὲ ἔζη· ταῦτα λέγων, τῇ κοινῇ συνηθείᾳ τοῦ λόγου ἐχρήσατο, τῷ ἡμεῖς οἱ ζῶντες. Ὅτι δὲ τοῦτο λέγει, ἐπάγει, οἱ περιλειπόμενοι, ἐπεὶ εἰ τοῦτο λέγει, ὅτι ἐμοῦ ζῶντος, πῶς ἀλλαχοῦ λέγει, ὅτι πάντες μὲν ἀναστησόμεθα; Εἰ γὰρ ζῶν καταλαμ 95.916 βάνεται, πῶς ἐγείρεται; Ἡμεῖς οὖν οἱ ζῶντες, φησὶ, κατὰ τὸν προαποδεδομένον λόγον. Οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ. Καὶ πῶς οὐ μὴ φθάσῃ, λέγει· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι. Ποίῳ; Τῷ τῆς ἀναστάσεως· ἀντὶ τοῦ κελεύων ἀνίστασθαι. Ἐν φωνῇ ἀρχαγγέλου, ἣν καὶ σάλπιγγα Θεοῦ φησι, διὰ τὸ κελεύσματι Θεοῦ γενέσθαι. Τοῦτο δὲ καὶ ἡ ἐν τῷ Εὐαγγελίῳ παραβολὴ ἐδήλωσε. Κραυγὴ γὰρ ἐγένετο μεσονυκτίου, Ἐξέλθατε εἰς ἀπάντησιν τοῦ νυμφίου. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. Ἔπειτα οἱ ζῶντες ἡμεῖς οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

ΚΕΦΑΛ. Εʹ. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν

γράφεσθαι. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. Ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους. ∆είκνυσιν ὡς οὐχ ἁπλῶς ηὕρισκον οἱ νεκροὶ τὴν ἀνάστασιν, εἰ μὴ διὰ Χριστοῦ. Εἰ μὴ γὰρ ἀπέθανε κατὰ σάρκα ὁ Χριστὸς, οὐκ ἂν ἐλύετο θάνατος. Ἢ καὶ νεκροὺς ἐν Χριστῷ, τοὺς ἀποθανόντας λέγει διὰ Χριστὸν, εὐκαίρως διὰ τὸ ἐν θλίψει εἶναι τοὺς ἀκούοντας παραμυθούμενος. Φησὶν οὖν, ὡς οἱ διὰ Χριστὸν πάσχοντες καὶ πρῶτοι τῆς ἀναστάσεως τύχωσιν. Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν. Ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας· ὅτι οὐκ ἔθετο ὑμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν, εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. ∆ιὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Εὐκαίρως τὸν περὶ πόνου ἐνάγει λόγον, παραδεικνὺς αὐτῷ τὸν περὶ τοῦ μυστηρίου λόγον, καὶ διὰ τί ὁ Χριστοῦ γέγονε θάνατος. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι ἑαυτοὺς 95.917 ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς. Τὰ περὶ διδασκάλων διδάσκει, ποίους εἶναι δεῖ περιπαραινῶν. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Πάντοτε χαίρετε· ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Ποικίλων ἀρετῶν αὐτοῖς ἐξυφαίνει λόγον. Τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείαν μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς. Ἀντὶ τοῦ, Μὴ ἐπέχετε τὸν προφητεύοντα· καὶ τοῦτο δηλοῖ τὸ ἑξῆς. Ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν. Εἴ τι λείπει ὑμῖν, προσπληρώσει. Τὸ Πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμπτως ἐν τῇ