1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

141

ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας· Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὐδὲ ὑφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων. Ἀντὶ τοῦ, λέγοντες ὑμῖν τὰ πρὸς ἡδονήν· ἀλλ' οὕ 95.909 τως ἐκηρύξαμεν, φησὶν, ὡς ἐδοκίμασεν ἡμᾶς ὁ Θεός. Οὐ γὰρ ἀνθρώποις ἠρέσαμεν· οὐδὲ γὰρ ἐκολακεύσαμεν ὑμᾶς, ἀλλὰ τὰ ἐπίπονα ἐκηρύξαμεν. ∆υνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἀλλ' ἐγεννήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. Οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε. Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς γὰρ μάρτυρες, καὶ ὁ Θεὸς, ὡς ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν· καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ, τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. ∆ιὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε, οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν. Τουτέστιν, ἀπαιτεῖν παρ' ὑμῶν τιμὰς, ὡς τοσοῦτον ἐγχειρισθέντες ἀξίωμα, ἀλλὰ ταπεινότεροι τῶν μαθητῶν γενόμενοι διδάσκαλοι. Καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων. Μέσους τίθησι τοὺς προφήτας τοῦ Κυρίου καὶ τῶν ἀποστόλων, ἵνα καὶ περὶ τούτους δείξῃ γεγονότας κακοὺς, οὓς ὁμολογοῦσιν ἰδίους εἶναι. Καὶ τὸ μέσον, ποιεῖ αὐτοὺς εἰς τὰ ἄκρα κακούς. Καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Κωλύουσι γὰρ αὐτοὺς σώζεσθαι. Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. ∆ιὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ, καὶ δίς. Ἀντὶ τοῦ, ἐπληρώθησαν αὐτῶν αἱ ἁμαρτίαι. Καὶ ἐνέκοψεν ὑμᾶς ὁ Σατανᾶς. Ἐπειδὴ αἱ θλίψεις αἱ διὰ τὸ κήρυγμα, ἐνεπόδισαν, τούτου χάριν αὐτὰς τὰς θλίψεις ἀνατίθησι τῷ Σατανᾷ. Ἐκεῖνος γὰρ ἦν ὁ ἐπεγείρων, καὶ παροξύνων κατὰ τῶν ἀποστόλων τοὺς ἀπίστους. Τίς γὰρ ἡμῶν ἐλπὶς, ἣ χαρὰ, ἢ στέφανος καυ 95.912 χήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Ὁ γὰρ τεταγμένος ἐν διδασκάλοις, τοῦτον ἔχει στέφανον καὶ χαρὰν, τὴν τῶν μαθητῶν προκοπήν.

ΚΕΦΑΛ. Γʹ. ∆ιὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν. Πόθου πολλοῦ τὸ ῥῆμα παραστατικόν.

Καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ὑμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι περὶ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Τοῦτο τῆς ταπεινοφροσύνης ἴδιον τοῦ Ἀποστόλου. Οὔτε γὰρ αὐτὸς μᾶλλον κατελιμπάνετο, ἀλλ' οἱ ἀπολιπόντες αὐτόν. Αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα. Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. ∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος