1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

73

γένηται τοῦ προφητεύοντος ἴσος «Νῦν δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς λαλῶν, τί ὑμᾶς ὠφελήσω;» Τί λέγω τοὺς ἄλλους, φησί; Κἂν γὰρ ἐγὼ αὐτὸς γλώσσαις ἔλθω λαλῶν, οὐδὲν ἔσται πλέον τοῖς 95.681 Ἀκούουσι. Ταῦτα δὲ λέγει δεικνὺς, ὅτι τὸ ἐκείνων συμφέρον ζητεῖ, οὐ πρὸς τοὺς χάρισμα ἔχοντας ἀπεχθῶς ἔχει. «Ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ.» Ἐὰν μὴ εἴπω, φησὶ, τὸ δυνάμενον ὑμῖν εὔληπτον γενέσθαι, ἀλλ' ἐπιδείξω μόνον ὅτι γλώσσης ἔχω χάρισμα, οὐδὲν ἂν κερδήσαντες ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς ἧς οὐ συνιεῖτε; «Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον, ἢ τὸ κιθαριζόμενον; Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης.» Τί λέγω, φησὶν, ὅτι ἐφ' ὑμῶν τὸ πρᾶγμα ἀκερδές ἐστι; καὶ ἐπὶ τῶν ἀψύχων τοῦτο εἴδοι τις ἂν, καὶ ἐπὶ τῆς κιθάρας, καὶ ἐπὶ σάλπιγγος. «Ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον.» Ἀντὶ τοῦ, Ἐὰν μὴ διερμηνεύητε. «Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.» Τουτέστιν, οὐδενὶ φθεγγόμενοι, πρὸς οὐδένα λαλοῦντες. «Τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον. Ἐὰν οὖν μὴ εἴδω τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐμοὶ βάρβαρος· οὕτως καὶ ὑμεῖς.» Τουτέστι, τοσαῦται γλῶσσαι, τοσαῦται φωναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν. «Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε. ∆ιὸ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω, ἵνα διερμηνεύῃ.» Εἰ ζηλοῦν δεῖ, τὰ χαρίσματα ταῦτα ζηλοῦτε, ἃ τὴν Ἐκκλησίαν οἰκοδομεῖ. ∆ιὸ ἐπάγει λέγων, Προσευχέσθω, ἵνα διερμηνεύῃ. «Ἐὰν γὰρ εὔχωμαι γλώσσῃ, τὸ Πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι;» Τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι, καὶ κινοῦν τὴν γλῶσσαν. «Προσεύξομαι πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ. Ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν, ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν.» Ὥσπερ τινὸς λέγοντος, Τί οὖν ἐστι τὸ διδακτικὸν, καὶ ὠφέλιμον; Καὶ πῶς χρὴ λέγειν; Καὶ τί χρὴ αἰτεῖν παρὰ τοῦ Θεοῦ; Ἀποκρίνεται λέγων τὸ, καὶ τῷ πνεύματι, τουτέστι τῷ χαρίσματι καὶ τῇ διανοίᾳ προσεύχεσθαι, ἵνα καὶ ἡ γλῶσσα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Καὶ γὰρ ἐὰν μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις γίνεται. Οὐ γὰρ οἶδεν ὑποφωνεῖν ὁ λαϊκὸς τὸ Ἀμήν· οὐκ οἶδε γὰρ τί λέγεις. 95.684 «Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ἕτερος οὐκ οἰκοδομεῖται.» Ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα, τοῦτό φησι· τοῦτο δὲ καὶ ἀνωτέρω ἐποίησεν ὅτε ἔλεγεν, Ὁ λαλῶν μυστήριον, καὶ τῷ Θεῷ λαλεῖ, καὶ ἑαυτὸν οἰκοδομεῖ. Σὺ οὖν, φησὶ, καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ' ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν, οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν. «Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσῃ λαλῶν· ἀλλ' ἐν Ἐκκλησίᾳ» Ἵνα μὴ δόξῃ κατατρέχειν ὡς ἐστερημένος τοῦ χαρίσματος, τοῦτό φησι. «Θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω.» Τουτέστι, νοῶν ἃ λέγω, καὶ δυνάμενος καὶ ἑτέροις ἑρμηνεῦσαι. «Ἢ μυρίους λόγους ἐν γλώσσῃ.» Τοῦτο μὲν γὰρ ἐπίδειξιν ἔχει μόνην, φησι· ἐκεῖνο δὲ πολλὴν τὴν ὠφέλειαν. «Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.» Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνεν, τῶν δὲ σφόδρα μεγάλων οὐ τοσοῦτον ἔχει θαῦμα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔλαττον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε ταῖς φρεσί· τουτέστι, μὴ ἀνόητοι, ἔνθα συνετοὺς εἶναι χρή. Ἀλλὰ ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα κενοδοξία, ἔνθα φυσίωμα. Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ, ἢ τὸ μὴ εἰδέναι τί ποτέ ἐστι κακία; «Ἐν τῷ [νόμῳ] γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως ἀκούσονταί μου, λέγει Κύριος.» Νόμον ἡ θεία Γραφὴ, καὶ τοὺς