1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

93

διελέχθη, διαλέγεται λοιπὸν καὶ ὑπὲρ τῶν μελλόντων λαμβάνειν τὰ χρήματα, καὶ ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ προτρέπεται πρὸς τὸ πλείω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσφερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονοῦντος, καὶ μὴ ὑποπτεύων αὐτὸν, μετὰ πλείονος αὐτὰ τῆς δαψιλείας ἐπιδίδωσιν. Ἢ τὴν ὑπὲρ Θεσσαλονικέων ἔσχεν, ἢ τὴν αὐτὴν ἐμοί. Συνεπέμψαμεν δὲ μετ' αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ τίς οὗτος, ἢ πηλίκος, οὗ καὶ τὴν πρᾶξιν σημαίνει, ἐπαινετὸν αὐτὸν ἐκ τοῦ εὐαγγελίζεσθαι λέγων; Τινὲς τὸν Λουκᾶν φασι, τινὲς τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγμα τὸ Εὐαγγέλιόν ἐστιν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν, συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν πρὸς τὴν αὐτοῦ Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν, στελλόμενοι τοῦτο. Ἀπὸ τούτου ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων εὐδοκιμεῖ. Μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν, προνοούμενοι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς, εἴτε ὑπὲρ Τίτου κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργὸς, εἴτε ἀδελφοὶ ἡμῶν ἀπόστολοι Ἐκκλησιῶν, δόξα Χριστοῦ. ∆ιὰ τοῦτο τοιούτους ὑμῖν ἐπέμψαμεν, φησὶν, ἵνα μή τις ὑποπτεύῃ τὴν διακονίαν ἡμῶν, ὡς παρακλεπτόντων ἡμῶν μέρος τι τῶν χρημάτων. Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν, καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Τοῦτο γάρ ἐστι, φησὶν, ὁ βίος αὐτοῖς, ὥστε τὸν Χριστὸν δι' αὐτῶν δοξάζεσθαι. Ὅμοιον δὲ τῷ, Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς. Ἅμα δὲ καὶ ἄλλο τι δηλοῦν βούλεται· Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δόξαν τοῦ Χριστοῦ, ὡς καὶ ὑμεῖς εἰς δόξαν τοῦ Χριστοῦ ποιοῦντες. ∆ιὸ καὶ ἐπάγει· Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν.

ΚΕΦΑΛ. Θʹ. Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστι τοῦ γράφειν

ὑμῖν. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς, ἵνα μὴ τὸ καύχημα ὑμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ. Ἵνα καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε· μήπως ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν ὑμεῖς) ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως. Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς, καὶ προκαταρτίσωσι τὴν προκατηγγελμένην εὐλογίαν ὑμῶν ταύτην, ἑτοίμην εἶναι οὕτως. Τοσαῦτα περὶ αὐτῆς εἰπόντι, φησὶ, περιττόν μοι γράφειν ὑμῖν. Καὶ οὐ τοῦτο μόνον τὸ συνετὸν αὐτοῦ, ἀλλὰ καὶ ὅ τι πάλιν λέγει περὶ αὐτῆς. Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Τοῦτο δὲ, ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός· δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθὸν, καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Μὴ ἄκοντες, φησὶ, μηδὲ ἀναγκαζόμενοι, ἀλλ' ἑκόντες, καὶ προαιρούμενοι. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ὑμῶν εὐχαριστίαν τῷ Θεῷ. ∆είκνυσιν ὅτι καὶ αὐτὰ τὰ διδόμενα ἐκ τοῦ Θεοῦ ἐστιν, ἵνα μὴ μεγάλα τις φρονῇ, ὡς οἰκεῖα διδούς. Σπέρμα γὰρ νῦν τὴν ἐλεημοσύνην καλεῖ. ∆είκνυσι δὲ αὐτοῖς καὶ μέγαν