1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

28

καμμῦσαι αὐτοὺς ὀφθαλμοὺς, αἴτιον αὐτοῖς γέγονε τιμωρίας· τὸ γὰρ τὴν τράπεζαν γενηθῆναι εἰς παγίδα, τουτέστι πᾶσαν αὐτῶν μεταβληθῆναι τὴν εὐημερίαν. Ὅτι δὲ δικαίως ἐπενήνεκται ἡ θεία ὀργὴ, ἐδίδαξεν εἰπών· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. «Καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Τὸ διηνεκὲς τῆς τιμωρίας δηλοῖ· οὐδὲ γὰρ ἐλεηθήσονται πρότερον, πρὶν μετανοήσαντες τὴν πίστιν δέξωνται. «Λέγω οὖν, μὴ ἔπταισαν, ἵνα πέσωσι; Μὴ γένοιτο. Ἐκτραγῳδήσας αὐτῶν τὰς συμφορὰς, καὶ δείξας μέγα τὸ πτῶμα, καὶ κειμένους χαμαὶ, καὶ πάσης ἐλπίδος ἀφῃρημένους, ἵνα μὴ ἀπευδοκήσουσι τῆς σωτηρίας, ὅρα πῶς παραμυθεῖται κειμένους· τῷ δὲ, Ἔπταισαν ἵνα πέσωσιν, εἰς τὸ διηνεκὲς, προσθετέον. Οὕτω γὰρ μικράν τινα παραμυθίαν λαμβάνοντες, ἐπὶ τὴν μετάνοιαν ἤρχοντο, ὅσα γε ἐκ τῶν λόγων, εἰ καὶ μὴ οὕτως ἐξέβη διὰ τὸ τῆς γνώμης δύσκολον. «Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς.» Εἰ καὶ μὴ αὕτη τῶν πραγμάτων φύσις, ἀλλ' οὕτω λέγει παραμυθούμενος τὴν μεγάλην αὐτῶν, ὡς ἔφην ἔκπτωσιν. Οὐ γὰρ διὰ τοῦτο ἔπταισαν, ἵνα σωθῇ τὰ ἔθνη, ἀλλ' ἐπειδὴ ἠπίστησαν αὐτοὶ, ἐκηρύχθη τοῖς ἔθνεσιν. Ἔδει δὲ πρῶτον αὐτοὺς εἰσελθεῖν, εἶτα τὰ ἔθνη. Καὶ τοῦτο ἔκ τε τῶν παραβολῶν ὧν ἐν τοῖς Εὐαγγελίοις ἔστιν ἰδεῖν, ὧν πρὸς τοὺς ἀποστόλους ἔφασκεν ὁ Κύριος, τὸ πορεύεσθαι μᾶλλον εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· τὸ γὰρ, μᾶλλον, δηλοῖ, ὡς ἐκείνων μὲν πρῶτον ὀφειλόντων, εἶτα 95.533 τούτων δεύτερον. Καὶ τὸ παρὰ τοῦ Παύλου δὲ πρὸς Ἰουδαίους ῥηθὲν οὐδὲν ἧττον ταύτην βεβαιοῖ τὴν γνώμην. Ποῖον δὴ τοῦτο τὸ; Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι πρῶτον τὸν λόγον τοῦ Θεοῦ. «Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. Ἐφ' ὅσον μὲν οὖν εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἰ πῶς παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν;» Ἀπ' ἐκείνης ἧς εἶπεν διανοίας, τουτέστι τῆς σκοπὸν ἐχούσης τὴν παραμυθίαν, καὶ τούτους ἡγησώμεθα τοὺς λόγους. «Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν, ἐνεκεντρίσθης ἐν αὐτοῖς.» Ἀπαρχὴν τοὺς περὶ Ἀβραάμ φησιν. «Καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σε. Ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν. Σὺ δὲ τῇ πίστει ἕστηκας.» Ἵνα μὴ τὸ παρὰ φύσιν ἀκούων, ἔλαττον δῷς ἔχειν τοὺς ἐξ ἐθνῶν τῶν ἐξ Ἰσραὴλ, τούτου χάριν, συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος ἐγένου, προσέθηκεν, ἵνα δείξῃ τῆς αὐτῆς ἐκείνους μετασχόντας πολιτείας καὶ ἁγιότητος. «Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ Κύριος τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομία· ἐπὶ δὲ σὲ, χρηστότης Θεοῦ, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Κἀκεῖνοι δὲ ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. ∆υνατὸς γὰρ ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.» Ὅρα σύνεσιν τοῦ Παύλου· πῶς ἀμφοτέροις ἐπάγει τὰ πρόσφορα. Τοῖς μὲν γὰρ Ἰουδαίοις πεσοῦσι καὶ ἐν πτώματι μεγάλῳ κειμένοις παραμυθίαν ἐγείρει πολλὴν, μὴ ἐῶν εἰς ἀπόγνωσιν· τοῖς δὲ ἔθνεσι δεξαμένοις τὴν πίστιν καὶ δεδοξασμένοις διὰ τῶν χαρισμάτων, φόβον προσάγει, ὅπως μὴ δι' ὧν ηὐπόρησαν ἀγαθῶν ὑψωθέντες εἰς φρόνημα, τῆς χάριτος ἐκπέσωσιν. «Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τοῦ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσ 95.536 έλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· Ἥξει ἐκ